Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ἐπεὶ δὲ καὶ τὸ κάλλος μοι προφέρεις, ὡς ἐν μέτρῳ ἑνὶ τὴν χώραν ἔχον, φέρε καὶ περὶ τούτου σοι βραχέα ἄττα ἀποκρίνωμαι.
Δοκεῖς γάρ μοι, γενόμενος ἐν χῶρᾳ τοῦ Τρωῖκοῦ ποιμένος, ἀφικομένου παρὰ σὲ [*](139 a) Ἑρ\ μοῦ πομπῇ Διός, ἄγοντος θεὰς τρεῖς πρὸς δικαστήν γε, προστάττοντος βραβεῦσαι περὶ κάλλους αὐταῖς, ἡσθεὶς τῇ Ἀφροδίτῃ, καθάπερ ἐκεῖνος, καταδικάσαι ἂν αἶσχος τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς· εἰ γὰρ ἕν μὲν τὸ ἐν κάλλει καλόν, κρατῇ δὲ ἐν ἀγῶνι τριῶν μία, ἀνάγκη τὰς ἡττωμένας αἰσχρῶς ἔχειν.||
Μὴ σύ γε, ὦ δικαστῶν εὐδαιμονέστατε, ἀλλὰ [*](Ed. Duebn. p. 157) φειδὼ ἔχε ὀνομάτων αἰσχρῶν, καὶ ἡρέμα κάτιθι ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα·
ἵνα μὴ τὸν Ὅμηρον αὖθίς [*](1 ὁ Γλαῦκος. ἀπίτω sq. ut or. 15 2 f simil. etiam or. 38. 4 m || 4 ὁ μακαρίζων sq. vi. or. 22. 1 b || 6 ὁμόφρονα . . γάμον simil. vi. or. 25. 1 d γάμου σώφρονος || 19 εἰ γὰρ ἕν sq. sed vi infra § II f || 23. 24 ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα vi simil. or 27.7 l) [*](1 ἡκέτω (τω in ras .) R! || 2 ἀποδειξάμενος MN || 4 Ἀλκινόου ς(δ ∠°) || 6 Ναυσικᾷ R! Ναυσικακία M Ναυσικάᾳ cett. (δ ∠) 10 μείονα Markl. || 16 . 17 δικαστήν γε RM δικαστήν σε cett. (δ∠) 20 κρατεῖ ϛ(δ ∠) ἐν ἀγῶνι Hob. ἕνα τῶν R ἐκ τῶν cett. (δ ∠) || 23 αἰσχρῶν om. Duk. | ἡρέμαι R! || 24 ἐπὶ (ι in ras .) R! )
Ἀκούεις δʼ αὐτοῦ διηγουμένου χορὸν ἀγρευτικόν, παιζούσας ἐν ὄρει τὰς νύμφας, ἐξηγουμένης τῆς Ἀρτέμιδος; [*]((ζ 1Ο7))
κατὰ κάλλος Ἄρτεμιν; Ἀκούεις δὲ αὐτοῦ καὶ περὶ Μενελάου κάλλους τοιαυτὶ λέγοντος· ὅτε ἔφη τρωθέντος ῥυῆναι τὸ αἷμα κατὰ τοῦ μηροῦ, ἔπειτα εἰκάζει τὸ τοῦ μηροῦ κάλλος γυναικὸς τέχνῃ ἐλέφαντα χραινούσης φοίνικι, [*]((cf. Δ 142))
Τοῦ δὲ Ἀγαμέμνονος αὖθις αὖ ἐπαινῶν τὸ κάλλος, οὐκ ἐδεήθη εἰκόνος Λυδίας, ἢ Καρικῆς, οὐδὲ ἐλέφαντος [*](2 γλαυκῶπιν (ιν in ras.) R! || 3 καὶ 〈τὴν〉 Ἥβην MN || 4 ἀφαι- ρήσεις Markl. || 5 〈περὶ〉 τὰ θεῖα Steph. || 8 ὑπὲρ R! (pr. man. ) om. M |ἥδε] ἥ γε N α(δΔ) cum Homero || 10 ῥεῖα τʼ Homerus ἀριγνώτη (η in ras.) R || 11 καταγελᾷς μὲν τοῦ Steph. | μὲν (ante νυμφῶν) del. Steph Reiske 11. 12 νυμφῶν om. H|| 12 Ἄρτεμιν om. MN φα(δ) Ἄρτεμιν 〈νυμφῶν〉 H Ἀρτέμιδα νυμ- φῶν Steph 13 τοιαυτὶ] ταυτὶ MNα(δ) || 17 ἵππων α(δ) cum Homero || 19 εὐφυέες Homerus 21 〈αἱ〉 κνῆμαι MNα(δ) | καὶ σφυρά] τε ἰδὲ σφυρὰ Homerus)
τῷ μὲν γὰρ ἦν τὸ κάλλος περὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τῷ δὲ ἀμφὶ τοὺς μηροὺς καὶ τὰ σφυρά· ὁ δὲ τὰ κρείττω καλός, καλλίων· ὁ δὲ τὰ ἥττω καλός, οὔπω μὲν αἰσχρός, καλὸς δὲ ἧττον.
Τί δὲ ἐν τῷ στρατοπέδῳ τῷ Ἑλληνικῷ οὐ διέφερεν μὲν ὥρᾳ ὁ Ἀχιλλεύς, εἶχεν δὲ τὰ δεύτερα ὁ Νιρεύς; δικαστῇ δέ σοι, ἀπολειπόμενος ὁ Νιρεὺς τοῦ Ἀχιλλέως, οὐδὲν ἦν διαφέρων τοῦ Θερσίτου.