Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡκέτω δὲ ὁ Ὀδυσσεὺς ὁ τούτου σοφώτερος, ἀποδειξόμενος ἡμῖν τὴν αὐτοῦ γνώμην, ἤν περὶ ἀγαθῶν κτήσεως ἔχει.

Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ μακαρίζων μὲν τὸν Ἀλκίνου οἶκον τῆς εὐφροσύνης καὶ τῆς ῲδῆς, συνευχόμενος δὲ τῇ Ναυσικᾷ ὁμόφρονα αὐτῇ ξυστῆναι γάμον, εὐδαιμονίζων

δʼ αὗ τῆς ἀθανασίας τὴν Καλυψώ; Οἶμαι δὲ αὐτόν, εἰ καὶ παρʼ ἄλλον τινα ἀφίκετο τῶν οὐ κατʼ ᾠδὴν καὶ κατὰ δαῖτα εὐδαιμόνων, οὐδὲ τῶν μακαρίων κατὰ ἁρμονίαν γάμου, ἀλλὰ τὰ ἔτι τούτων μείζονα ἀγαθὰ κεκτημένων, εἰπεῖν ἂν καὶ περὶ ἐκείνων τὰ εἰκότα.

Ἐπεὶ δὲ καὶ τὸ κάλλος μοι προφέρεις, ὡς ἐν μέτρῳ ἑνὶ τὴν χώραν ἔχον, φέρε καὶ περὶ τούτου σοι βραχέα ἄττα ἀποκρίνωμαι.

Δοκεῖς γάρ μοι, γενόμενος ἐν χῶρᾳ τοῦ Τρωῖκοῦ ποιμένος, ἀφικομένου παρὰ σὲ [*](139 a) Ἑρ\ μοῦ πομπῇ Διός, ἄγοντος θεὰς τρεῖς πρὸς δικαστήν γε, προστάττοντος βραβεῦσαι περὶ κάλλους αὐταῖς, ἡσθεὶς τῇ Ἀφροδίτῃ, καθάπερ ἐκεῖνος, καταδικάσαι ἂν αἶσχος τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς· εἰ γὰρ ἕν μὲν τὸ ἐν κάλλει καλόν, κρατῇ δὲ ἐν ἀγῶνι τριῶν μία, ἀνάγκη τὰς ἡττωμένας αἰσχρῶς ἔχειν.||

Μὴ σύ γε, ὦ δικαστῶν εὐδαιμονέστατε, ἀλλὰ [*](Ed. Duebn. p. 157) φειδὼ ἔχε ὀνομάτων αἰσχρῶν, καὶ ἡρέμα κάτιθι ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα·

ἵνα μὴ τὸν Ὅμηρον αὖθίς [*](1 ὁ Γλαῦκος. ἀπίτω sq. ut or. 15 2 f simil. etiam or. 38. 4 m || 4 ὁ μακαρίζων sq. vi. or. 22. 1 b || 6 ὁμόφρονα . . γάμον simil. vi. or. 25. 1 d γάμου σώφρονος || 19 εἰ γὰρ ἕν sq. sed vi infra § II f || 23. 24 ἐκ τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα vi simil. or 27.7 l) [*](1 ἡκέτω (τω in ras .) R! || 2 ἀποδειξάμενος MN || 4 Ἀλκινόου ς(δ ∠°) || 6 Ναυσικᾷ R! Ναυσικακία M Ναυσικάᾳ cett. (δ ∠) 10 μείονα Markl. || 16 . 17 δικαστήν γε RM δικαστήν σε cett. (δ∠) 20 κρατεῖ ϛ(δ ∠) ἐν ἀγῶνι Hob. ἕνα τῶν R ἐκ τῶν cett. (δ ∠) || 23 αἰσχρῶν om. Duk. | ἡρέμαι R! || 24 ἐπὶ (ι in ras .) R! )

462
σοι προφέρω, λευκώλενον τὴν Ἥραν λέγοντα, καὶ ῥοδόπηχυν τὴν Ἠώ, καὶ τὴν Ἀθηνᾶν γλαυκῶπιν, καὶ ἀργυρόπεζαν τὴν Θέτιν, καὶ Ἥβην καλλίσφυρον· ὧν οὐδεμιᾶς ἀφαιρήσει τὸ κάλλος, κἂν ἐν μέρει ᾖ, εὔφημός γε ἐθέλων εἶναι τὰ θεῖα, καὶ ἥκιστα πλημμελής.