Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου ἀρετὴ καὶ εὐδαιμονία.

Συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης [*]((ν 299))

  • ἐν πάντεσσι πόνοισι.
  • Ξυνίημι καὶ τοῦ Ἀπόλλωνος, τοξότης ὁ θεὸς καὶ μουσικός· καὶ φιλῶ μὲν αὐτοῦ τὴν ἁρμονίαν, φοβοῦμαι δὲ τὴν τοξείαν.

    Σείει δὲ καὶ Ποσειδῶν γῆν τριστόμῳ δόρατι, ξυνάγει καὶ Ἄρης στρατοπέδων τάξεις, καὶ ὁ Ἥφαιστος χαλκεύει· ἀλλʼ οὐκ Ἀχιλλεῖ μόνῳ, πάσῃ διαπύρῳ χρείᾳ συντάττεται καὶ συνεργάζεται.

    Ταῦτα μὲν οἱ ποιηταὶ λέγουσιν, ταῦτα δὲ καὶ οἱ φιλόσοφοι λέγουσιν· [*](5 Διὸς νευμάτων sq. vi. or. 41. 2f || 9 Ἀθηνᾶς sq. vi. or. 8 5b; 26. 8b || 10 Ἀχιλλεῖ sq. cf. Homer. A 193 || 11 Ὀδυσσεῖ sq. vi. or. 26. 8b (ubi eodem utitur versu)) [*](9 συνίημι — 17 δόρατι p omissis tamen verbis 11 νῦν δὲ — 13 πόνοισι) [*](4 κεν] μὲν B || 6 διαρεῖ R! || 9 τῇ Ἀθηνᾷ B || 11 νῦν τῷ nescio ande Dav. || 15 τὴν ἁρμονίαν αὐτοῦ MNα(δ) || 16 τριστόμῳ (ι in ras.) R! || 17 συνάγει α(θ) || 18 πάσῃ δὲ B ἀλλὰ πάσῃ Reiske || 19 καὶ (ante συνεργάζεται) om. pr man. suprascr. R! )

    50
    ὧν ἂν μεταλάβῃς τὰ ὀνόματα, | εὑρήσεις τὴν [*](34b) ὁμοιότητα, καὶ γνωριεῖς τὸ διήγημα.

    Κάλει τὸν μὲν Δία νοῦν πρεσβύτατον καὶ ἀρχικώτατον, πάντα ἕπεται καὶ πειθαρχεῖ· τὴν δὲ Ἀθηνᾶν, φρόνησιν· τὸν δὲ Ἀπόλλω, ἥλιον· τὸν δὲ Ποσειδῶ, πνεῦμα διὰ γῆς καὶ θαλάττης ἰόν, οἰκονομοῦν αὐτῶν τὴν στάσιν καὶ τὴν ἁρμονίαν.