Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ γὰρ Ἐπίκουρος λέγει μὲν λόγους, ἀλλὰ μύθων ἀτοπωτέρους· ὥστε ἔγωγε πιστεύω μᾶλλον Ὁμήρῳ περὶ Διὸς λέγοντι, ὅτι ψυχὰς δυοῖν ἀριστέοιν ἐπὶ πλάστιγγος χρυσῆς ἐταλάντευεν, [*]((Χ211))

  • τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἀνδροφόνοιο,
  • [*](5 σκόπει sq. vi. similiter or. 40. 1c ἐν δὲ χρυσοῦ sq.) [*](10 κἂν ψιλῶς — 11 ἀκουσμάτων v (: ῥᾳστώνη anonym.)) [*](1 ἀμφοτέρου (vel ἀμφοτέρῳ) Markl. || 3 τὴν βύρσαν — 6 μήτε (alt.) om. MNα(δ) || 7 λεγέτω 〈ὁ ποιητὴς〉 Orelli | ποιητὴς] αἰνί- γματα Markl. ποικίλως Orelli | 〈κἂν αἰνίγματα λέγῃ〉 κἂν μῦ- θον Duk. || 8 ὄψομαι R ἕψομαι — 10 λεγέτω om. B || 10 λεγέτω καὶ ὁ φιλόσοφος· κἂν α(δ) λεγέτω 〈ὁ φιλόσοφος〉 Orelli || 10. 11 δέξομαι καὶ ῥᾳστώνην nescio unde Dav. (utr.) ἀνέξομαι κατὰ ῥᾳστώνην Reiske || 14 τὸν λόγον ᾠδὴν (ᾠδὴν lineola ducta del.) N τὴν ᾠδὴν α(δ) | μύθῳ (ωι in ras.) R! || 16 Ἐπίκουρος (ι in ras.) R! || 19 ἐταλάντευεν B (cum R!) || 20 ἀνδροφόνοιο] ἱπποδάμοιο Homerus)
    49
    ἀνατείνας τὰ ζυγὰ τῇ δεξιᾶ· ὁρῶ γὰρ τὴν εἱμαρμένην τῶν ἀνδρῶν συναπονεύουσαν τῇ Διὸς δεξιᾶ [*]((Α 526/7))
  • --- οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
  • οὐδʼ ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσω.
  • Αἰσθάνομαι τῶν Διὸς νευμάτων· διὰ τούτων γῆ μένει, καὶ ἀναχεῖται θάλαττα, καὶ ἀὴρ διαρρεῖ, καὶ πῦρ ἄνω θεῖ, καὶ οὐρανὸς περιφέρεται, καὶ ζῷα γίνεται, καὶ δένδρα φύεται·

    τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου ἀρετὴ καὶ εὐδαιμονία.

    Συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης [*]((ν 299))

  • ἐν πάντεσσι πόνοισι.