Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καθάπερ [*](32b)δὲ ἐπὶ τῶν σωμάτων τὰ μὲν ἀρχαῖα ὑπὸ διαίτης χρηστῆς εὐμεταχείριστα ἦν τῇ τέχνῃ, τὰ δὲ αὖθις ἐδεήθη ἰατρικῆς ἀλλοιοτέρας· οὕτω καὶ ἡ ψυχὴ πρότερον μὲν διʼ ἁπλότητα καὶ τὴν καλουμένην ταύτην εὐήθειαν ἐδεῖτο φιλοσοφίας μουσικῆς τινος καὶ πρᾳοτέρας, ἢ διὰ μύθων δημαγωγήσει αὐτὴν καὶ μεταχειριεῖται, καθάπερ αἱ τιτθαὶ τοὺς παῖδας διὰ μυθολογίας βουκολῶσιν·

προϊοῦσα δὲ εἰς δεινότητα, καὶ ἀνδριζομένη, καὶ [*](2 παντοδαπὸν sq cf Plat. republ. III 405d || 3 φέρε sq si- milem διαδικασίαν vi. or. 36. 3b φέρε sq. || 6 ?Ὅμηρον cuius ποίησιν φιλοσόφημα πάντας (i. e. stoicos) νομίζειν testatur Strabo l 25 cf. Ps. Plut. vit. Hom. 92 | Ἡσίοδον cf. Dio Chrys. 77 1 | Ὀρφέα cf. Diοg. Laert. prooem. 4. 5 tria haec παλαίας μούσης exempla vi. or 17 3b cf. Plat. Prot. 316d || 9. 10 τὰ σοφὰ . . ἐξευρηκότων ═ p. 42. 9 vi. etiam or. 26 2c πλανώμενον sq. || 16 φιλοσοφίας μου- σικῆς sq. vi. or 26. 2a et 1c; or. 37. 1b || 18 αἱ τιτθαὶ sq. cf Epict. diss. III 19. 4 | μυθολογίας qua etiam rhetores utuntur cf. Plat. Politic. 304c) [*](1 καὶ (pro τὲ) Reiske τε καὶ Duebn. | μετέβαλεν MNα(δ∠) | πρόσθεν] πρώτης B || 5 μέντοι (pro μὲν) Reske || 7 τοι (pro τι) B om. MNφα(δ) || 10 ἀλλʼ ϛ(δ∠) || 13 εὐκαταχείριστα B | ἦν τῆς τῇ B || 15 ταύτης φα(δ) || 18 τίτθαι ϛ(θ) | βουκολῶσι (ut προσδοκῶσι cf. Crönert l. l. p. 222) RB βουκολοῦσι cett θ βαυ- καλῶσι Valkenaer Pierson (Duebn.))

44
ὑποπιμπλαμένη ἀπιστίας καὶ πανουργίας, καὶ τοὺς μύθους διερευνωμένη, καὶ οὐκ ἀνεχομένη τῶν αἰνιγμάτων, ἐξεκάλυψέν τε καὶ ἀπέδυσεν φιλοσοφίαν τοῦ αὑτῆς κόσμου, καὶ ἐχρήσατο γυμνοῖς τοῖς λόγοις· οἱ δ᾿ εἰσὶν οὐδὲν ἀλλοιότεροι τῶν προτέρων οἱ ἔπειτα, πλὴν τῷ σχήματι τῆς ἁρμονίας, ἀλλ᾿ αἱ περὶ θεῶν δόξαι ἀρξάμεναι ἄνωθεν διὰ πάσης φιλοσοφίας ἦλθον.

Ἐπίκουρον δὲ ἐξελῶ λόγου καὶ ποιητικοῦ καὶ φιλοσόφου, τοῖς δὲ ἄλλοις ἡ πραγματεία ἴση καὶ ἡ αὐτή·

πλὴν εἰ μὴ νομίζεις Ὅμηρον ἐντετυχηκέναι τοῖς θεοῖς τοξεύουσιν, ἢ διαλεγομένοις, ἢ θύουσιν, ἤ τι ἄλλο δρῶσιν, οἷα περὶ αὐτῶν ἐκεῖνος ᾄδει.

Οὐδὲ γὰρ Πλάτωνα ἡγητέον ἐντετυχηκέναι τῷ Διὶ ἡνιοχοῦντι καὶ φερομένῳ ἐπὶ πτηνοῦ ἅρματος, στρατιᾶς θεῶν κατὰ

ἕνδεκα λόχους κεκοσμημένης, οὐδέ γε δαινυμένοις τοῖς θεοῖς ἐν Διὸς τοὺς Ἀφροδίτης γάμους, ὅτε Πόρος καὶ Πενία λαθόντε ξυνηλθέτην τὲ καὶ Ἔρωτα ἐξ αὐτῶν ἐγεννησάτην.