Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πλουτεῖ Καλλίας, μακάριος τῶν ἀγαθῶν· ἀλλὰ Ἀλκιβιάδης Καλλίου ὡραιότερος. Ἀντιθῶμεν τἀγαθά, πλοῦτον κάλλει· Ποῖον αὐτῶν ἑκατόμβοιον; ἐννεάβοιον ποῖον; πότερον ἑλώμεθα; πότερον

εὐξόμεθα; Οὐκοῦν ὁ μὲν Φοῖνιξ καὶ ὁ Αἰγύπτιος τὸ Καλλίου ἀγαθὸν εὔξεται· ὁ δὲ Ἠλεῖος καὶ ὁ [*](3 ἄρχοντες πάντες sq. vi. simil. or. 6. 4 d ἂ τῆς ἰσοτιμίας sq | 6 αὐτῶν τὰς ὡφελείας sq. vi. or 2. 1 a et g || 8 καθάπερ . . τὰ μέρη τῆς θαλάττης sq. cf. Plut. def. or. 24. 423 f vi. etiam or. 26. 3 b ὡς ἐξ sq. || 11 τὰγαθόν, ἓν ὂν sq. vi. or. 29.7 e et g τὸ δὲ ἀγαθὸν sq. etiam or. 1. 10 e || 16 ἑκατόμβοιον ἐννεάβοιον sq. vi. supra § l a) [*]((vi. p. 110. 6/7) Hob. ὡς codd. del. Δ Πελοποννησίοις ἐπέσθωσαν uncis incl. Δ) [*](6 αὐτῶν τὰς] ἁπάντων τὰς Markl. κατὰ τὰς αὐτῶν Duk. 7 ἑκάστοις ϛ(δ Δ) |ἐπονομάζομεν ÷ ἄλλος R! | ἄλλοις ἄλλη κλῆσις (κλήσει MN) θεοῦ ς(δ Δ0) ἄλλος ἄλλῃ κλήσει θεός Dav.2 ἄλλοι ἄλλῃ κλήσει θεοῦ Markl. ἄλλοις ἄλλας κλήσεις θεοῖς Reiske ἄλλῳ ἄλλην κλῆσιν θείαν καθ᾿ ὃ τὰς ὡφελείας αὐτῶν δεχόμεθα Duk. || 9 Ἰώνιον RΗ Ἰωνικὸν cett. (δ) Ἰόνιον Δ |Μυρτῷον Duebn. | Κρηταῖον φα(θ) Κρήσιον Dav.2 Κρισαῖον Markl. Κρι- σαῖον Duebn. sed Κρησαῖον pro Κρηταῖον ut p. 326. 12 ὀχλο- κρασία pro ὀχλοκρατία al || 14 ἀλλὰ — 15 ἀντιθῶ om. α(δ) || 15 ἀν- τιθῶμεν] μὲν α(δ) || 16 ἑλόμεθα R || 17 εὐξώμεθα ϛ(δΔ) || 18 τοῦ Καλλίου MN (in mge corr.) τὸ τοῦ Καλλίου α(δΔ°) )

459
Βοιώτιος || τὸ Ἀλκιβιάδου.

Εὐγενὴς Παυσανίας, [*](Ed. Duebn. p. 156 ) ἀλλʼ ἐνδοξότερος Εὐρυβιάδης. Ἀντιθῶμεν εὐδοξίᾳ γένος ·τίς κρατεῖ; τίνι δῶμεν τὰ νικητήρια φέροντες;

Σωκράτης πένης, Σωκράτης αἰσχρός, Σωκράτης ἄδοξος, Σωκράτης δυσγενής, Σωκράτης ἄτιμος. Πῶς γὰρ οὐκ αἰσχρὸς καὶ ἄτιμος καὶ δυσγενὴς καὶ ἄδοξος καὶ πένης ὁ τοῦ λιθοξόου, ὁ σιμός, ὁ προγάστωρ, ὁ κωμῳδούμενος, ὁ εἰς δεσμωτήριον ἐμβαλλόμενος, ἀποθνήσκων

ἐκεῖ, ἔνθα καὶ Τιμαγόρας ἀπέθανεν; Ὤ τῆς ἐρημίας τῶν ἀγαθῶν· ὀκνῶ γὰρ εἰπεῖν πλῆθος κακῶν. τούτοις ἀντιθῶμεν; τι φῶμεν; Παράβαλλε τοῖς ἀνταγωνισταῖς τὸν Σωκράτην ἐν κτήσει ἀγαθῶν· οὐχ ὁρᾷς ἡττώμενον ἐν πλούτῳ Καλλίου, ἐν σώματι Ἀλκιβιάδου, ἐν τιμῇ Περικλέους, ἐν δόξῃ Νικίου, ἐν θεάτρῳ Ἀριστοφάνους,

ἐν δικαστηρίῳ Μελήτου; Μάτην ἄρα αὐτῷ ὁ Ἀπόλλων τὰ νικητήρια ἔδωκεν, μάτην ἐπεψηφίσατο.

[*](3 τίνι δῶμεν τὰ νικητήρια φέροντες = or. 33. 5 d; 36. 3 a || 4 πένης vi. or. 1. 9 c; 3. 3 b; 18. 6 g || 5 πῶς γὰρ sq. vi simil. or. 3. 3 b || 7 ὁ τοῦ λιθοξόου vi. or. 38. 7 k | ὁ σιμός, ὁ προγάστωρ vi. or. 1 9 c 7. 8 ὁ κωμιιῳδούμενος vi. or. 3 3 c || 9 Τιμαγόρας sq scil. propter δωροδοκίαν cf. schol. Demosth. or. 19. 137 Xenoph. Hell 7. 1. 32 al. || 11. 12 ἀνταγωνισταῖς sq ut or. 38. 7 e de Ulixe or. 34. 9 e de Diogene al.)[*](5 Σωκράτης ἄτιμος] καὶ ἄτιμος MN α(δ) || 8 〈καὶ〉 ἀποθνήσ- κων MN α(θ) || 11 παράβαλε MN α(δ ∠°) || 14 Νικείου | ἐν (ante θεάτρῳ) om. MN || 15 Mελίτου R! (pr. man.) cum cett. (δ ∠°) 16 ἐπεψηφίσατο RH φ ἐψηφίσατο MN α(δ) σοφίαν ἐπεψηφίσατο Markl. ἐπεψηφίσατο 〈 σοφώτατον 〉 Meiser)
460
[*](λδ΄)

Εἰ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον· ἐν ᾧ ὅτι ἐστίν.

Ἀλλʼ ἐπεὶ τὸν Ὅμηρον αἰτιᾷ, μεμφόμενον τῷ Γλαύκῳ τῆς ἀμοιβῆς, πότερα καὶ σοὶ ὑπὲρ τοῦ Ὁμήρου ἀπολογητέον,

ἢ Ὁμήρῳ ὑπὲρ τοῦ Γλαύκου; Τούτῳ, νὴ Δία· τιμητέος γάρ μοι καὶ πρὸ τῶν ἄλλων Ὅμηρος εἴη, 〈μή〉 τι γε πρὸ δικαστοῦ σου.

Ὧδὲ τοίνυν ὁ Γλαῦκος λέγει· Ἑἰ μέν τι, ὦ Ὅμηρε, ἢ ἔλαττον ἦν ἀγαθὸν ἀγαθοῦ, ἢ ἔλαττον μείζονος, εἰκότως ἄρα σοι εἶχεν αἰτίαν ὁ Ζεύς, ὡς τὰς φρένας μοι λυμαινόμενος· ἐν δὲ χρυσοῦ καὶ χαλκοῦ ἀλλαγῇ μήπω πάνυ αἰτιάσῃ μήτε τὸν Δία, μήτε ἐμέ· οὐδὲν γὰρ οὔτε τῷ λαβόντι χρυσὸς πλέον, οὔτε τῷ ἀλλαξαμένῳ ὁ χαλκὸς ἔλαττον· ἀλλὰ ἀμφοτέροις καλῶς ἔχει ἑκάτερα, ἐν τῷ ἀνίσῳ τῆς ὕλης ἰσοστασίῳ τῇ γνώμῃ δοθέντα.ʼ [*](9 πρὸ δικαστοῦ σου vi. simil. or. 23. 2 c || 17 ἰσοστασίῳ τῇ γνώμῃ vi. or. 35. 3 a vi. etiam or. 12. 4 a (de iniuria κατὰ τὴν γνώμην τοῦ δράσαντος metienda) et or. 4. 7 c similiter etiam infra § IIl a sq.) [*](Codices RMN α (= Stephanus) φ (= Paccius) ; H (teste Davisio)) [*](1 Μ΄ R! || 3 in mge λδ΄ R! | εἰ ἔστιν — 4 ἐστίν R ὅτι ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον N add. λόγος κδʹ φα τοῦ αὐτοῦ ὅτι — μεῖζον M || 5 ἐπὶ R! | αἰτία R || 6 καὶ σοὶ] κᾀμοὶ Reiske 7 τοῦτο α(δ) || 8. 9 εἴη, 〈μή〉 τι Hob. ἦν τί codd. ἦν, μή τι φα(δ) μή τι ∠ || 10 μέν τι] μέντοι α(δ) |ἢ (ante ἔλαττον) del φα(δ ∠ praeter Dav.2) | ἀγαθοῦ (ου in ras. ex ον) R! || 11 ἢ] ἦν Reiske (Duebn .) || 12 λυμηνάμενος Markl. || 16 ἑκάτερα] ἀμφό- τερα Reiske || 17 ἰσοστασίᾳ Vulgo legi falso adnotat Duebn. ἰσοσ- τάσια Reiske (Duebn.) τῆς γνώμης Toupius (Emendat. III 387) )

461
Καὶ ὁ μὲν Γλαῦκος ἡμῖν ἀπίτω ἐκποδών·

ἡκέτω δὲ ὁ Ὀδυσσεὺς ὁ τούτου σοφώτερος, ἀποδειξόμενος ἡμῖν τὴν αὐτοῦ γνώμην, ἤν περὶ ἀγαθῶν κτήσεως ἔχει.

Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ μακαρίζων μὲν τὸν Ἀλκίνου οἶκον τῆς εὐφροσύνης καὶ τῆς ῲδῆς, συνευχόμενος δὲ τῇ Ναυσικᾷ ὁμόφρονα αὐτῇ ξυστῆναι γάμον, εὐδαιμονίζων