Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

βουλόμενος δὲ δὴ καὶ ἔχων καὶ δυνάμενος, κατὰ τί μὴ δῷ; Ὁ μὲν γὰρ ἔχων, οὐ διδούς, οὐ βούλεται· ὁ δὲ βουλόμενος, οὐκ ἔχων, οὐ δύναται· ὁ δὲ ἔχων καὶ

βουλόμενος, πῶς οὐ δύναται; Οὐκοῦν εἴπερ ἔχει τἀγαθά, τὰ τελεώτατα ἔχει, τελεώτατον δὲ ἡ ἀρετή·

δί. [*](ἂν τέκτονα ἐκδιδάξαι sq. cf. Plat. lon. 537 b etiam Plut. de Pyth. or. 22. 405 a vi. etiam or. 5. 6 c) [*](4 μόριον τοῦ ὅλου vi. or. 13. 4 k || 10 τέλεον cf. Plat republ lI 381 || 13.14 (θεὸς). . βούλεται .. ἔχει . . δύναται cf. lulian.ΙV 142 d οὐκ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ μὰ Δία τρίτον παρα ταῦτα ἐνέργεια· πάντα γάρ, ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται, καὶ ἐνεργεῖ· οὔτε γὰρ ὅ μὴ ἔστι, βού- λεται, οὔτε ὅ βούλεται δρᾶν, οὐ σθένει, οὐθʼ ὃ μὴ δύναται, ἐνερ- γεῖν ἐθέλει Sallust (Mull. III 41) Heracl. ap. Stob. fl. 3.84 Orig) [*](5 MN εἰ φ α(δ Δ0) |κληροδοτεῖν Reiske || 7 ἐθέλοι Ϛ (δΔ) 8 ποι RMN πη cett. (δΔ) || 9 ἀφέλης Ϛ(δ Δ0) | λυμανεῖ Reiske (Duebn.) sed cf. Libanium IV 350. 19 || 11 οὔπω] οὐδὲ Reiske μὴ om. MNα(δ) μήτ(ε)ʼ Reiske (Wilam.) | μήτε] μηδὲ MNα(δ) corr. Markl. |τέλειον nescio unde Δ || 12 τέλεον] τέλειον α(δΔ0) 13 τελειότητα Nα(δ Δ0) || 18.19 τὰ ἀγαθά Nα(δ Δ0) 〈πάντα〉 τὰ ἀγαθά Reiske || 19 〈καὶ〉 τὰ τελεώτατα Reiske)

445
δωσιν τοίνυν, ὃ ἔχει· ὥστε οὐ δέος, μὴ ἄλλό τι ἀγαθὸν εἰς ἀνθρώπους ἔλθῃ, μὴ παρὰ θεοῦ ὁρμηθέν· ἀλλὰ μὴν οὐδέν, εἴ τι ἄλλο ἀνθρώποις ἀγαθόν, ὅ μὴ παρὰ θεῶν ἔρχεται.

Τίνʼ οὖν τρόπον ἀρετὴ παρὰ θεοῦ ἔρχεται;

Πέφυκεν τὸ ἀνθρώπων πᾶν ἐξ ἀρχῆς δίχα, τὸ μὲν εἰς ἀρετῆς ἐπιτηδειότητα, τὸ δὲ εἰς μοχθηρίας· ὧν ἡ μὲν μοχθηρία ἐνδεὴς τοῦ κολάζοντος, ἡ δὲ ἀρετὴ τοῦ σώζοντος.

Μοχθηρὰ μὲν γὰρ φύσις, τυχοῦσα ἐπιστάτου χρηστοῦ, νόμου καὶ ἔθους, τὸ ἄλυπον [*](134 a) τῷ πλησίον περιεβάλ |λετο, καὶ πλεονεκτεῖ οὐκ ἐν μοίρᾳ ἀγαθῶν, ἀλλʼ ἐν ἐλαττώσει βλάβης·