Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

444
[*]( Ed. Duebn. p.151)

καὶ || ὁ θεὸς ἐν περιγραφῇ μένει τέχνης μιᾶς· ἀλλ εἴπέρ τι παρʼ ἐκείνου ἔλθῃ, πρὸς μὲν ἀνθρωπίνης ψυχῆς δύναμιν τέχνης ἂν εἴη μέτρον, πρὸς δὲ θείας ἐπιστήμης παρασκευὴν μόριον τοῦ ὅλου.

Ὅρα δή, μή σοι θεός, τὰ τοιαῦτα δύναται κληρουχεῖν καὶ νέμειν, πολὺ τούτων πρότερον ἀρετὴν νέμειν καὶ δύναιτο καὶ ἐθέλει. Οὑτωσὶ δὲ αὐτὸ σκέψαι.

Τὸ θεῖον πάντως ποι τίθεσαι τελεώτατον καὶ αὐταρκέστατον καὶ ἰσχυρότατον· ὡς, εἴ τι ἀφέλοις, λυμανεῖς τῷ ὅλῳ. Εἰ γὰρ μὴ τέλεον, οὐκ αὔταρκες·

εἰ δὲ οὐκ αὔταρκες, οὔπω τέλεον· εἰ δὲ μὴ αὔταρκες μήτε τέλεον,

πῶς ἰσχυρόν; Αὔταρκες δὲ ὄν καὶ τέλεον καὶ ἰσχυρόν, κατὰ μὲν τὴν τελεότητα τὰ ἀγαθὰ βούλεται, κατὰ δὲ τὴν αὐτάρκειαν ἔχει, κατὰ δὲ τὴν ἰσχὺν δύναται·

βουλόμενος δὲ δὴ καὶ ἔχων καὶ δυνάμενος, κατὰ τί μὴ δῷ; Ὁ μὲν γὰρ ἔχων, οὐ διδούς, οὐ βούλεται· ὁ δὲ βουλόμενος, οὐκ ἔχων, οὐ δύναται· ὁ δὲ ἔχων καὶ

βουλόμενος, πῶς οὐ δύναται; Οὐκοῦν εἴπερ ἔχει τἀγαθά, τὰ τελεώτατα ἔχει, τελεώτατον δὲ ἡ ἀρετή·