Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Τοῦτό γε τὸ ὄχημα, ἀράμενον ὄρνιθος δίκην, διαπτήσεται πανταχοῦ· εἰ δὲ ἀπιστεῖς, πείρᾳ μάθεʼ.
Τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἢ ἐκείνη ἡ θεὸς ἡ Ἀθηνᾶ λέγει· ῾ Ἐκεῖσε βλέψον· ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐληλαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττόμενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον;
τοῦτο ὅ, τι μέν ἐστιν |οὐκ οἶσθα, δοκεῖς δὲ ὁρᾶν καὶ [*](131 a) εἰδέναι. Ἀλλὰ ἐγώ σε, ὦ οὗτος, ἀνάξω κεῖσε ἠπειρώτην ὄντα, ὄχημά σοι πηξαμένη κοῦφον, παραδοῦσα γεωμετρίᾳ·
ἥ σε τὰ μὲν πρῶτα ἔνδον ἐν τῷ λιμένι ὀχήσει, ἐθίζουσα ἀνέχεσθαι τῆς πορείας, καὶ μὴ ἰλιγγιᾶν πρὸς τὸ πέλαγος, μηδὲ ἀποδειλιᾶν πρὸς τὸ πέλαγος·
ἔπειτα ἀγαγοῦσα ἔξω τοῦ λιμένος, εἰς καθαρὸν καὶ εὔδρομον τὸ τῶν ὄντων πέλαγος ἀνάξει, κεῖσʼ, [*]((μ 3/4))
Εἰ γένοιτό τις θείᾳ μοίρᾳ ἀγαθός.
Ὅμηρος μὲν πρὸς τὸν Τηλέμαχον διαλεγόμενος ἐν προσώπῳ Νέστορος, οὑτωσὶ περὶ αὐτοῦ λέγει· [*]((γ 27/8))
ὁ δὲ αὐτὸς καὶ τοὺς ἀγαθοὺς ἅπαντας δίους καλεῖ, διότι ἦσαν, οἶμαι, οὐ κατὰ τέχνην ἀγαθοί, ἀλλὰ ἔργον Διός.
Ὑποπτεύω δὲ αὐτοῦ κατὰ ταὐτὰ τὰ ἔπη, ἃ περὶ τοῦ Δημοδόκου λέγει, ὅτι ἦν αὐτῷ πεποιημένα μὲν εἰς τὴν αὐτοῦ τύχην, ἀνακείμενα δὲ τῷ Δημοδόκῳ. Ἔχει δὲ τὰ ἔπη ὧδέ πως· [*]((θ 63/4))
Ἐγὼ δὲ αὐτῷ περὶ μὲν τῆς ᾠδῆς συντίθεμαι, περὶ δὲ τῆς συμφορᾶς οὐ συντίθεμαι·
οὐ γὰρ μουσικὸν τὸ δῶρον. Ἀπίθανος δὲ καὶ ὁ Δημόδο|κος, οὑτωσὶ περὶ [*](131 b) αὑτοῦ λέγων· [*]((χ 347))
Καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπταιστότατοι;