Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταχεῖα γὰρ τῶν αἰσθήσεων ἡ ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν.

Ὅθεν ἄμουσοι ψυχαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι,

οὐδαμῶς ἄν ποτε γένοιντο μέτοχοι ὀρθοῦ νόμου· μουσικὴν δὲ ὀνομάζουσιν τὴν αὑτῶν ἡδονὴν διʼ ὁμοιότητα οὐ τοῦ τέλους, ἀλλὰ τῆς περὶ τὰ μέλη πραγματείας·