Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οἷον τεῖχος καὶ Σπταρτιάταις ἐμηχανήσατο Λυκοῦργος, ἐπιτάξας τοῖς νέοις αὐλὸν ἡγεμόνα ἐν ταῖς μάχαις· οἱ δὲ ἐπείθοντο, καὶ ἐπολέμουν χοροῦ νόμῳ.

Τοῦτον ἔχων καὶ Θεμιστοκλῆς τὸν αὐλὸν εἰς τὰς ναῦς ἐνεβίβασεν τὰς Ἀθήνας, οἱ δὲ ὑπʼ αὐλῷ οἱ μὲν εἴρεσσον, οἱ δὲ ἐμάχοντο, ἐνίκων δὲ ἄμφω, ξυνεπήχουν δὲ καὶ [*](4 καλῇ κηλούμενοι τῇ ᾠδῇ sq. cf. Dio Chrys. 53.8 ὑπερ- βάλλεσθαι τὸν Ὀρφέα· τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἐστιν ἕτερον ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι.. ἀτεχνῶς . . πρὸς κιθάραν κηλουμένους cf. etiam lambl. vit. Pyth 62 Lucian. imag. 14 astrol. 10 Horat. od. I 12.2 epist. lI 3. 392 || 6. 7 ἄλλος ἦν sq. scil. Amphion cf. Plat. Gorg. 485 e Horat. ep. lI 3. 394 Lucian. imag. 14) [*](5 δρῦς — ἐγένετο Apostolius Cent. XI 10 (,,pro proverbio venditans “unde recepit ea Erasmus Adag. p. 71)) [*](2 τούτων MN || 3 ἑκόντες Ὀδρύσαι MNα(δ) || 5 μαινὰς (αι in ras.) R! πέτρας Dav. μελίας Scaliger (Duebn. ) | ἐγένετο] ἐλέγετο Markl. | ἀγενὲς (pr. man.) R! || 8 οὐδὲ om α (θ) || 11 περιέβαλεν ϛ (δ Δ) || 14 〈ἐν〉 χοροῦ Reiske (Duebn.) ||16 ὁ (pro οἱ) δὲ MN (in mge corr. ) ὅτε α(δ Δ0) | ἤρεσσον α(δ Δ) sed cf. ἐσθίω εἴσθιον Thucyd. III 49 al Crönert l l. 255 adn. 3)

434
αἱ θεαὶ τῷ χορῷ Ἐλευσινόθεν.

Ἐκεῖθεν ἐπινίκια ἕστηκεν, ἐκεῖθεν τρόπαια Λακωνικὰ καὶ Ἀττικά, θαλάττια καὶ ἠπειρωτικά, μετʼ ἐπιγραμμάτων καλῶν· τοῦτον τὸν χορὸν ἐτίκων μὲν Λακεδαιμόνιοι, ἐδίδασκεν δὲ Λεωνίδης.

Καὶ τί δεῖ πλέω λέγειν, ἢ μουσικῆς πέρι ἀπομηκύνειν; ἀγαθὴ μὲν γὰρ εἰρήνης ξυνεργός, ἀγαθὴ δὲ ἐν πολέμῳ παραστάτις, ἀγαθὴ δὲ ἐν πολιτείᾳ ξύνοικος, ἀγαθὴ δὲ καὶ παίδων τροφός.

Ταχεῖα γὰρ τῶν αἰσθήσεων ἡ ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν.

Ὅθεν ἄμουσοι ψυχαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι,