Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτο ἄρα ῾ δρῦς καὶ μαινὰς ἐγένετοʼ, ἄγειν εἰκαζόντων τὸ ἀγεννὲς τοῦ τῶν κηλουμένων τρόπου ἀψύχοις σώμασιν.

Ἄλλος ἦν περὶ Βοιωτίαν κιθαριστὴς γενναῖος, οὐ λίθους, οὐδὲ οἷον ὁ μῦθος φησίν, προσαγόμενος τῇ τέχνῃ (πῶς γὰρ ἄν γένοιτο ἐξ ᾠδῆς τεῖχος;) ἀλλʼ ὑπὸ μέλει [*](130 a)ἐμβατηρίῳ καὶ τακτικῷ συναγα |γὼν εἰς φάλαγγα τοὺς Βοιωτῶν νέους τεῖχος ἄμαχον ταῖς Θήβαις περιέβαλλεν·

οἷον τεῖχος καὶ Σπταρτιάταις ἐμηχανήσατο Λυκοῦργος, ἐπιτάξας τοῖς νέοις αὐλὸν ἡγεμόνα ἐν ταῖς μάχαις· οἱ δὲ ἐπείθοντο, καὶ ἐπολέμουν χοροῦ νόμῳ.