Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

432

Ἡ δέ γε ἀνθρωπίνη, καὶ περὶ τὴν ψυχὴν ἰοῦσα, τί ἂν εἴη ἄλλο, ἢ παιδαγώγημα τῶν τῆς ψυχῆς παθημάτων, τὸ μὲν ἐξᾶττον αὐτῆς καὶ φερόμενον κατεπᾴδουσα, τὸ δὲ παρειμένον καὶ ἐκλελυμένον ἔμπαλιν ἐπαίρουσα

καὶ παροξύνουσα; Δεινὴ μὲν γὰρ ἐπελαφρῦναι οἶκτον, δεινὴ δὲ ἀμβλῦναι ὀργήν, δεινὴ δὲ ἐπισχεῖν θυμόν, ἀγαθὴ ἐπιθυμίαν σωφρονίσαι, καὶ λύπην ἰάσασθαι, καὶ ἔρωτα παραμυθήσασθαι, καὶ συμφορὰν κουφίσαι·

ἀγαθὴ καὶ ἐν θυσίαις παραστάτις, καὶ ἐν δαιτὶ σύσιτος, καὶ ἐν πολέμῳ στρατηγός· δεινὴ δὲ καὶ ἐν ἑορταῖς εὐφρᾶναι, καὶ ἐν Διονυσίοις κωμάσαι, καὶ ἐν τελεταῖς ἐπιθειάσαι· δεινὴ καὶ πολιτείας ἦθος κεράσαι τῷ μέτρῳ.

Oὕτω Βοιωτοὺς τοὺς ἀγροίκους αὐλὸς ἐπιτηδευόμενος ἡμέρωσεν, καὶ ποιητὴς Πίνδαρος συνῳδὸς τῴ αὐλῷ· καὶ Σπαρτιάτας ἤγειρεν τὰ Τυρταίου ἔπη, [*](Ed Duebn. p. 147)καὶ Ἀργείους τὰ Τελε σίλλης μέλη, καὶ Λεσβίους ἡ Ἀλκαίου ᾠδή· οὕτω καὶ Ἀνακρέων Σαμίοις Πολυκράτην ἡμέρωσεν, κεράσας τῇ τυραννίδι ἔρωτα, Σμερδίου καὶ Κλεοβούλου κόμην, καὶ αὐλούς Βαθύλλου, καὶ ᾠδὴν Ἰωνικήν.

Τύ δὲ τούτων ἀρχαιότερα εἰς τί χρὴ λέγειν; Ὀρφεὺς ἐκεῖνος ἦν μὲν Οἰάγρου παῖς καὶ Καλλιόπης [*](15 τὰ Τυρταίου ἔπη vi. ad or 25. 7 a || 16 Τελεσίλλης μέλη cf Plut mul virt 4 Clem. Alex. atr. 4 19 Lucian. amor 30 Athen 11 467f || 17 Ἀνακρέων sq. vi. or 18.9 l sq. or 29.2 b) [*](15 Σπαρτιάτας — 17 ᾠδή p || 21. 22 Ὀρφεὺς — p. 433.4 ᾠδῇ p) [*](1 περὶ] ἐπὶ Μarkl. |ἰοῦσα] οὖσα (vel ἰδίουσα) Reiske μοῦσα Meiser || 9 ἀγαθῶν φ α(δ) | παραστάτις (τις in ras .) R! | σύσσιτος ϛ (δΔ) || 10 συστράτηγος Reiske (Duebn .) || 12 πολιτείαις nescio unde Δ corr. Markl. || 19 αὐλοὺς] κάλλος Markl. || 21 εἰς τί] εἴ τι Combes || 21. 22 Ὀρφεὺς δὲ ἐκεῖνος p)

433
αὐτῆς, ἐγένετο δὲ ἐν Θρᾴκῃ ἐν τῷ Παγγαίῳ ὄρει· νέμονται δὲ τοῦτο Θρᾳκῶν οἱ Ὀδρύσαι, ὄρειον γένος, λῃσταὶ καὶ ἄξενοι· ἀλλʼ εἵποντό γε Ὀδρύσαι ἑκόντες ἡγεμόνι Ὀρφεῖ, καλῇ κηλούμενοι τῇ ᾠδῇ.

Τοῦτο ἄρα ῾ δρῦς καὶ μαινὰς ἐγένετοʼ, ἄγειν εἰκαζόντων τὸ ἀγεννὲς τοῦ τῶν κηλουμένων τρόπου ἀψύχοις σώμασιν.

Ἄλλος ἦν περὶ Βοιωτίαν κιθαριστὴς γενναῖος, οὐ λίθους, οὐδὲ οἷον ὁ μῦθος φησίν, προσαγόμενος τῇ τέχνῃ (πῶς γὰρ ἄν γένοιτο ἐξ ᾠδῆς τεῖχος;) ἀλλʼ ὑπὸ μέλει [*](130 a)ἐμβατηρίῳ καὶ τακτικῷ συναγα |γὼν εἰς φάλαγγα τοὺς Βοιωτῶν νέους τεῖχος ἄμαχον ταῖς Θήβαις περιέβαλλεν·