Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πῶς τοῦτο λέγοις, ξένε Ἀττικέ; οὕτω τὸ ἀγαθὸν ἡμῖν στενὸν καὶ γλίσχρον καὶ δύσληπτον, καὶ

[*](128 a)

ἄδηλον καὶ πραγματείας πολλῆς ἐμπεπλησμένον; |ὥστε οὐκ ἂν αὐτοῦ τύχοιμεν, ὅτι μὴ τερετίζοντες καὶ ψάλλοντες, καὶ τὰς ἐν γεωμετρίᾳ γραμμὰς ἄνω καὶ κάτω καταγράφοντες, καὶ τριβόμενοι ἐν τούτοις, ὥσπερ ἄλλο

τι ἐθέλοντες, ἀλλʼ οὐκ ἄνθρωποι ἀγαθοὶ εἶναι; πρᾶγμα κατὰ τὴν χρείαν ὑψηλὸν καὶ μέγα καὶ ἐγγύς που τινὸς τῆς χρείας ἀρετῆς, κατὰ δὲ τὴν κτῆσιν οὐ χαλεπὸν τῷ [*](1.2 ἐν Κρήτῃ . . ἀγχοῦ τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ ut or. 10. 1 b ; 38 2 c cf Plat. legg. l 625 b || 9.10 πόλεμον . . τὸν ἐν τῇ ψυχῇ vi. or. 35. 7 e; 39. 2 c) [*](1 〈ἀγχοῦ〉 τοῦ Διὸς Hob. 〈ἐν〉 τοῦ Διὸς Markl. 〈παρὰ〉 τοῦ Διὸς Dav. ἐν Διὸς Reiske (Duebn.) 〈ἐγγὺς γενομένου〉 τοῦ Διὸς Meiser τοῦ Διὸς del Duk. || 1.2 τοῦ Δικταίου] ἐν τῷ Δικ- ταίῳ φα(δ) ἐν τῷ Ἰδαίῳ Heins. || 2 τῷ (ante ἄντρῳ) om. φ α(δ) Heins. | Μετίλλω RH φ α(δ) corr. Steph. (cum MN) || 3 Κλινίᾳ Δ (σ2) | 〈καὶ〉 πόλει Markl. || 9 καὶ (ante ἀποθνήσκειν)] κἂν Markl μένοντας] μέλλοντας Markl. | |12 λέγοις RMN (Dav.2)λέγεις cett (δΔ) et ita Boissonade (anecd. IV 417) Hahn 18 θέλοντες ϛ(δ Δ0) 19 κατὰ 〈μὲν〉 τὴν Markl.(Duk. Duebn ..) ὑψηλὸν μέγα (suprascr. καὶ) R! | που τινὸς] που γένος Hahn || 20 τῆς χρείας] θείας Dav. (Δ) τῆς θείας Hahn θεσπεσίας Meiser sed cf. Plat. legg V 722 b εἰς ἀρετὴν τῆς χρείας)

428
ἅπαξ ἐθελήσαντι τῷ εἶξαι τῷ καλῷ καὶ πρὸς τὰ αἰσχρὰ ἀντιβλέψαι.

Ἀποκρίνεται ὁ Ἀθηναῖος ξένος, ὅτι καὶ πόλεως τὸ καλούμενον δὴ τοῦτο νόμος ἄνευ πειθοῦς τῶν χρωμένων σύγγραμμά ἐστιν ἄλλως κενόν·

δεῖ δὴ αὐτῷ τοῦ δήμου πειθομένου ἑκόντος· ὁ δὲ ἐν τῇ ψυχῇ δῆμος πολὺς καὶ ἔμπληκτος· ἀλλ᾿ ἐπειδὰν ἅπαξ εἴξας ὁμολογῆσαι τῷ νόμῳ καὶ ἕπηται, αὐτὸς ἐπικελεύῃ, τοῦτο ἂν εἴη τὸ χρῆμα πολιτεία ψυχῆς ἡ ἀρίστη, ἣν καλοῦσιν οἱ ἄνθρωποι φιλοσοφίαν.

Φέρε δή, νομοθέτου δίκην παρίτω φιλοσοφία, ψυχὴν ἄτακτον καὶ πλανωμένην κοσμήσουσα, καθάπερ δῆμον· παρακαλείτω δὲ ξυλλήπτορας ἐσομένας αὐτῇ καὶ ἄλλας τέχνας, οὐ βαναύσους, μὰ Δία, οὐδὲ χειρουργικάς, οὐδὲ οἵας συντελεῖν τὰ φαῦλα ἡμῖν·

ἀλλὰ τὴν μὲν τὸ σῶμα τῇ ψυχῇ παρασκευάζουσαν ὄχημα εὐπειθὲς καὶ ἐρρωμένον τοῖς προστάγμασιν ὑπηρετεῖν, γυμναστικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ ἄγγελον τῶν τῆς ψυχῆς διανοημάτων, ῥητορικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ Nauck fr. adespota 247 ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, [*](5. 6 ὁ ἔν τῇ ψυχῇ δῆμος sq. vi.ad or.7.2c 12 ξυλλήπτορας ut or. 8 7 k etiam or. 38. 6 k || 15 τὸ σῶμα . . ὄχημα sq ut Plat. Tim. 69 c ὄχημα . . πᾶν τὸ σῶμα ἔδοσαν 17 γυμναστικὴν sq. cf. Plat. Gorg. 450 a οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶ τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν etiam legg. 7. 795 d 18. ῥητορικὴν cf. Plat. Phaedr 261 a ἆῤ οὖν οὐ ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων || 20 τιθήνην καὶ τροφὸν cf. plat. Tim. 88 d ἣν τροφὸν καὶ τιθήνην τοῦ παντὸς προσείπομεν) [*](1 τὸ εἶξαι Dav. τῷ del. Markl. (Δ) || 2 ἀντιβλέψαι RH ἀντι- λέξαι cett. (δ) | 〈καὶ〉 ἀποκρίνεται α (δ) || 4 ἄλλως] ὅλως Dav. 1 || 5 ὁ δὲ] ὅ, τε Markl. || 7 ὁμολογήσῃ φ α(δ Δ) 14 ἡμῖν] ‘quae vobis vilia conferant’ σ2 unde ὑμῖν fuisse in φ suspicatur Combes || 15 τῇ ÷ ÷ ψυχῇ 20 τιθήνην del Schottus | καὶ τροφὸν] τρόφων α(δ) |νέας] ἐκ νέας Combes)

429
ποιητικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ ἡγεμόνα τῆς [*](128 b)ἀριθμῶν φύσεως, ἀριθμητικὴν |ταύτην ὀνομάζουσα·

τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα·

γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.