Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατηναγκασμένης, καὶ στρατηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. Ταῦτα τοίνυν i φημὶ τὰς περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, διʼ ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐδὲ ἐν δεσμωτηρίῳ κείμενος, οὐδὲ ἐκ τῶν συμφορῶν ἐπαινούμενος.

[*](1 πειθόμενος νόμῳ vi. or. 25. 7 k vers. finem || 3 Σωκράτης .. Πλάτων .. Ξενοφῶν .. vi. or. 34. 9 b sq. etiam or. 1. 10 f || 3. 4 ἀποκρινάσθω sq. ut or 7. 1 d; 11. 6 e; 16. 2 a; 18. 5 a; 38. 4 i al. 4. 5 εἰ μηδεὶς . . . ἐπετάραξεν sq. vi simil. or. 34. 9 c || 6 τὰ Σι- κελικὰ. πελάγη vi. or 30. 2 b || 12.13 ὑψηλότερος ... Ἀρταξέρξου cf. Horat. carm. lII 9 ῾ Persarum . . rege beatiorʼ)[*](8 τοῦτον in mge Ξενορῶν (schol. recentiss.) R!)[*](1 ἀπρεπῶς Reiske | 〈τῷ〉 νόμῳ Markl. || 4 5 αὐτὸν Heins. (Duebn.) || 6 ᾿Ιόνια α(δ) || 7 Ξενοφῶντα] in mge ἴσως ξενοφῶντος (subaudiri voluit ἔλθω βίον) N || 8 τούτου α(δ Δ0) || 9 στρατιᾶς] στρατείας Markl. (Duebn. ) || 10 ταύτας ϛ(δΔ) || 12 διʼ οὗ Markl καὶ (ante Λυκούργου) om. MN α(δ))
426
[*](λα΄)

Εἰ συμβάλλεται πρὸς ἀρετὴν τὰ ἐγκύκλια μαθήματα.

Σωκράτης ἐν Πειραεῖ διαλεγόμενος πολιτικοῖς ἀνδράσιν ἀναπλάττει τῷ λόγῳ, καθάπερ ἐν δράματι, πόλεώς τε καὶ πολιτείας ἀγαθῆς εἰκόνα, καὶ τίθεται νόμους, καὶ παῖδας τρέφει καὶ φρουροὺς τῇ πόλει, μουσικῇ καὶ γυμναστικῇ παραδοὺς τὰ τῶν πολιτῶν σώματα καὶ τὰς ψυχάς· παραστήσας ἀμφοῖν τοῖν μαθημάτοιν διδασκάλους ἀγαθούς, ἐκκρίτους, ὥσπερ ἀγέλης ἡγεμόνας, φύλακας ὀνομάζων τοὺς ἡγεμόνας· ὄναρ, οὐχ ὕπαρ, ὡς δόξαι ἄν τινι τῶν ἀγροικοτέρων, ξυνιστὰς πόλεις.

Ἀλλὰ γὰρ τῆς παλαιᾶς φιλοσοφίας ὁ τρόπος οὗτος ἦν ἐοικὼς τοῖς χρησμοῖς.

Εἰ δὲ βούλει, τὸν μὲν Σωκράτην ἐῶ· τὸν δὲ Ἀθηναῖον παρακαλῶμεν ξένον ἀποκρίνασθαι ἡμῖν· καὶ γὰρ αὖ καὶ τούτου [*](5 Σωκράτης sq. cf. Plat. republ. VI init || 11 ὥσπερ ἀγέλης vi. or. 35 2f ἀλλʼ ὥσπερ sq. || 12 φύλακας ὀνομάζων cf. Plat. republ. II 374 d || 12.13 ὄναρ, οὐχ ὕπαρ vi. or. 9.7 i || 13 ὡς δόξαι ἄν τινι τῶν ἀγροικοτέρων ═ or. 32. 5 b ὡς μὲν εἴποι sq. 14 τῆς παλαιᾶς φιλοσοφίας sq. vi. or. 26. 2 h τὰ παλαιὰ sq. 16.17 τὸν .. Ἀθηναῖον . . . ξένον sq. e Plat. legg l 624 a sq.) [*](Codices RMN α (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 ΛΖ' R! || 3 in mge λα' R καʹ M |εἰ — 4 μαθήματα R τοῦ αὐτοῦ συμβάλλεται (om εἰ) — μαθήματα M additis λόγος καʹ φα || 5 πειραιεῖ Nα(θ) Pyraeo σ || 8 τῇ πόλει 〈ἐπιτάττει (τάττει)〉 Heins (Meiser) 〈καθίστησι〉 τῇ πόλει Mark.. τῇ πόλει *** Duebn. || 11 〈καὶ〉 ἐκκρίτους Ϛ (δΔ0) καὶ ἐγκρίτους Duk. || 14 πό- λιν α (δΔ0) ||16 ἐῶμεν φ α(δ Δ0) || 17 ἀποκρίνεσθαι nescio unde Δ )

427
ἀκούω ἐν || Κρήτῃ διαλεγομένου ἀγχοῦ τοῦ Διὸς τοῦ [*](Ed. Duebn. P. 145) Δικταίου τῷ ἄντρῳ Μεγίλλῳ τῷ Λακεδαιμονίῳ, καὶ Κλεινίᾳ τῷ Κνωσίῳ, πόλει Δωρικῇ οἰκιζομένῃ τιθέντος νόμους, ἵνα πείθωνται τὸ Κρητῶν γένος μουσικὴν εἰς τὰ τῆς ἀνδρείας ἐπιτηδεύματα εἰσοικίσαι, καὶ ἡμερῶσαι τὸν θυμὸν τῷ μέλει, ἵνα μὴ κολοβὸς αὐτοῖς ἡ ἀρετὴ μηδὲ ἀτελὴς γίγνηται·

πρὸς τὸν μὲν ἔξω πόλεμον παρασκευάζουσα καρτερεῖν καλῶς καὶ ἀνέχεσθαι πονουμένους, καὶ ἀποθνήσκειν μένοντας·

πρὸς δὲ τὸν ἐν τῇ ψυχῇ τὸν στασιωτικὸν μηδεμίαν παρασκευὴν πορισαμένη τοῖς αὑτῆς θρέμμασιν.

Πῶς τοῦτο λέγοις, ξένε Ἀττικέ; οὕτω τὸ ἀγαθὸν ἡμῖν στενὸν καὶ γλίσχρον καὶ δύσληπτον, καὶ

[*](128 a)

ἄδηλον καὶ πραγματείας πολλῆς ἐμπεπλησμένον; |ὥστε οὐκ ἂν αὐτοῦ τύχοιμεν, ὅτι μὴ τερετίζοντες καὶ ψάλλοντες, καὶ τὰς ἐν γεωμετρίᾳ γραμμὰς ἄνω καὶ κάτω καταγράφοντες, καὶ τριβόμενοι ἐν τούτοις, ὥσπερ ἄλλο