Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἄι. δεταί που καὶ διήγημα Ἀττικὸν ὑπὸ φιλίας σεμνυνόμενον ἐν πολλοῖς τοῖς Ἀθηναίων λόγοις· ἕν τοῦτο ἄξιον τῆς Ἀθηνᾶς, ἄξιον τοῦ Θησέως, φιλία καλὴ καὶ δικαία ἀγαθῶν ἀνδρῶν, ἥ παρέδωκεν ἀμφοτέροις ἐπὶ τυράννῳ κοινὸν ξίφος, καὶ σύνθημα κοινόν, καὶ κοινὸν θάνατον·

μεθʼ ἢν οὐκέτι ὄ〈ναρ μετέχει〉 φιλίας Ἀττικήν, ἀλλὰ πάντα ὕπουλα, καὶ σαθρά, καὶ ἄπιστα, καὶ διαβεβρωμένα, μεστὰ φθόνου, καὶ ὀργῆς, καὶ ἀπειροκαλίας, καὶ φιλοχρηματίας, καὶ φιλοδοξίας.

Κἂν τὴν λοιπὴν Ἑλάδα ἐπίῃς, ἀφθονίαν ὄψει σκυθρωπῶν διηγημάτων, ἄνδρα ἀνδρὶ συμπεπτωκότα, καὶ πόλιν πόλει, καὶ γένος γένει·