Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Διὰ τοῦτο ἡ Χπάρτη ἐπὶ πλεῖστον ἐλευθέρα, ὅτι ἐν οὐδὲ εἰρήνῃ σχολὴν ἄγει· μάστιγες αὐταὶ καὶ πληγαὶ Λακωνικαί, καὶ ἔθη κακῶν, ταῖς ἀρεταῖς ἀναμιγνύμενα.

[*](1 αὐτόν μιν sq. v. or. 15. 9 e || 8 τὴν Κυναιγείρου χεῖρα sc vi. etiam or. 23. 3 d de exemuplorum eiusmodi usu rhetorico cf. Lucian. rhet. pr. 20 μὴ σιώπα μόνον· κἄν περὶ ὑβριστοῦ τινος ἢ μοιχοῦ λέγῃς Ἀθήνησι, τὰ ἐν Ἰνδοῖς καὶ Ἑκβατάνοις λεγέσθω ἐπὶ πᾶσι δὲ ὁ Μαραθὼν καὶ ὁ Κυναίγειρος ὡν οὐκ ἄν τι ἄνευ γένοιτο· καὶ ἀεὶ ὁ Ἄθως πλείσθω καὶ ὁ Κλλήσποντος πεζευέσθω . . . καὶ ὁ Αεωνίδας θαυμαζέσθω καὶ τὰ Ὀθρυάδου γράμματα ἀναγινωσκέσθω sq. || 16 11 τοῦ Ἐριχθονίου καὶ τοῦ Κέκροπος vi. or. 23 5 a || 13 μάστιγες sq. vi. or. 32 10 b)[*](1 δαμάσας MEXGAYZ ||2 σπειρα (suprascr. αι) U σπεῖραι BHV σπεῖρε MY || 4 νικηφόρους] βουληφόρους DEG et ET in mge || 5 καλὰ scil. τοῦ βίου (cf Xenopb. Cyr. 7. 2. 13 al.) i. e ἡδονὴν] κακὰ φ (‘a pugna adversus infοrtuniumʼ σʼ) Heina. (Δ) temnere || 6 ἀποστεφανοῖς rasurae signo ÷ ante ἀ) R! ἀποστεφανεῖς DFGX ἀποστεφανῆς El || 8 Κυνεγείρου R! || 11 μύθων (ων in ras. ex ου) R! ||12 13 ἐν οὐδὲ εἰρήνῃ (ut Iulian. l 8 b ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα) RVQU (pr. man.) WH ἐν οὐδὲ ἐν εἰρήνη T οὐδὲ ἐν εἰρήνῃ cett. (δ Δ) ||14 ἔθνη X et ita Heins. | ἀναμεμι- γνυμένα H)
402
[*](δ΄)

Πῶς ἄν τις πρὸς φίλον παρασκευάσαιτο.

Ἔχοις εἰπεῖν, τίνάς ποτε Ὅμηρος ὀνομάζων χαίρει θεοῖς εἰκέλους, καὶ δίους, καὶ μῆτιν ἀταλάντους Διί;

Τίνας γάρ, ἀλλʼ ἢ τοὺς ἀρίστους, Ἀγαμέμνονά τε καὶ Ἀχιλλέα καὶ Ὀδυσσέα, καὶ ὅστις ἄλλος συνετέλει αὐτῷ

εἰς ἐπαίνου μοῖραν; τί δέ, εἰ μὴ τῷ Διὶ εἴκαζεν αὐτούς, ἀλλʼ ἢ Μdαχάωνι τῷ ἰατρῷ, ἢ Κάλχαντι τῷ μαντικῷ, ἢ Νέστορι τῷ ἱππικῷ, ἢ Μενεσθεῖ τῷ τακτικῷ, ἢ Κπειῷ τῷ τέκτονι, ἢ Νιρεῖ τῷ καλῷ; ἆρʼ οὐκ ἄν εἶχες ἀποκρίνασθαί μοι τῆς εἰκόνος τὴν αἰτίαν; ἢ ἐκεῖ μὲν γνωρίζεις τὴν ὁμοιότητα, ἐνταῦθα δὲ, ὅτι μὲν ὅμοιοι τῷ Διὶ, οἶσθα, καὶ ἐπαινεῖς τὸν εἰκάσαντα τῆς