Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τ γὰρ ἂν εἴη πενέστερον ἀνδρὸς ἐπιθυμοῦντος διηνεκῶς; ἐπειδὰν γὰρ ἅπαξ ψυχὴ γεύσηται ἡδονῶν ὑπὲρ τὴν αὐτῆς χρείαν, κόρος αὐτὴν τῶν πρότερον ἔχει, καὶ ἑτέρων ἐρᾷ.

Καὶ τὸ τοῦ Ταντάλου αἴνιγμα τοῦτο ἦν ἄρα, δίψα διηνεκὴς ἀνδρὸς φιληδόνου, καὶ ἡδονῆς νάματα προσιόντα καὶ ἀπιόντα αὗθις, καὶ παλίρροια ἐπιθυμιῶν, καὶ λῦπαι πικραὶ ταύταις ἀνακεκραμέναι, καὶ ταραχαί, καὶ φόβοι.

ψοβερὸν μὲν γὰρ παροῦσα ἡδονὴ μὴ ἀπέλθῃ, ἀνιαρὸν δὲ μὴ παροῦσα μὴ οὐκ ἔλθῃ· ὥστε ἀνάγκη τὸν διώκοντα ἡδονὴν λυπούμενον μὲν μὴ παύσασθαι, ἡδόμενον δὲ μὴ αἰσθάνεσθαι, ἀλλὰ συγκεχυμένον ζῆν ἐν ἀσαφείᾳ πολλῇ.

Ὅρα τίνα καὶ ποῖον τύραννον τῇ ψυχῇ δίδως· ὡς Ἀθηναίοις Κριτίαν, παρωσάμενος τὸν Σόλωνα· ὡς Λακεδαιμονίοις Παυσανίαν, παρωσάμενος τὸν Λυκοῦργον.