Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὴν ὑπηρεσίαν καταγέλαστος; Τί δὲ τὰ τούτων ἔτι ἀτοπώτερα; εἰ τῶν μὲν ὀρνίθων ἀφελὼν τὰ πτερά, βαδιστικὰ ἐκ πτηνῶν εἶναί σοι θέλῃς, τὸν δὲ ἄνθρωπον [*](5a)πτερώσας παραδῷς τῷ αἰθέρι φέ|ρεσθαι διʼ αὐτοῦ, ὄρνιθος δίκην, οὐκ ἔσῃ καταγέλαστος τῆς ἀλλαγῆς;

Ὁπότε μηδὲ ὁ μῦθος τὸν Δαίδαλον ἠνέσχετο ἀτόπους οὕτω τέχνας πραγματευόμενον, ἀλλὰ ἀπέρριψεν αὐτῷ τὸν παῖδα τοῦ αἰθέρος εἰς γῆν κάτω αὐτοῖς πτεροῖς

Φασὶν δὲ καὶ Καρχηδόνιον νεανίαν ἀγρεῦσαι λέοντα ἄρτι ἐκ γάλακτος, καὶ ἡμερῶσαι τοῦτον παρανόμῳ τροφῇ, καὶ τὸν θυμὸν αὐτοῦ ἐξελεῖν διαίτῃ νόθῳ, [*](11. 12 Δαίδαλον . . ἀτόπους οὕτω τέχνας πραγματευόμενον ex eadem sententia qua Horatius od. l 3. 34 ‘expertus vacuum Dae- dalus aera pinnis non homini datisʼ || 14 Καρχηδόνιον νεα- νίαν scil. Hannonem cf. Aelian. nat anim. 5. 39 Ἄννων οὖν λέοντα εἶχε σκευαγωγὸν Plin. nat. hist. 8. 21 Plut. rei publ. ger. pr. 3 (799) Ἄννωνα λέοντι χρώμενον σκευοφόρῳ παρὰ τὰς στρατείας αἰτιασά- μενοι τυραννικὰ φρονεῖν ἐξήλασαν errat igitur scholiastes Ma- ximi Hasdrubalem illum fuisse ratus) [*](14 Καχρηδόνιον — p. 364. 4 δυστυχίᾳ Apostol. X 61 (═ Arsen. 33. 77)) [*](14 νεανίαν] in mge ἰστέον (om. HQV) τὸν ἀσδροῦβαν φησίν (φασὶ QV) R (schol. vet. a) V (rubr.) HQ) [*](3 φύσιν] φωνὴν MN || 7 εἰ] ἐὰν Meiser || 8 ἐκ πτηνῶν om. N (pr. man.) α(δ) | θέλεις BMNQV θέλοις α(δ) Orelli || 10 τῆς ἀλ- λαγῆς om. MN (pr. man.) α add. Steph (ex ρ) || 13 εἰς γῆν] εἰς τὴν lacobs (apud Duebn.2 praef.) εἰς θάλασσαν Markl. εἰς Αἰ- γαῖον Duk. || 14 Καρχηδόνιόν 〈φασι〉νεανίαν Apost.)

364
ὥστε ἐπιθεὶς αὐτῷ φορτίον ἤλαυνεν διʼ ἄστεος ὄνου δίκην· ἀλλὰ ἀπέκτεινάν γε αὐτὸν Καρχηδόνιοι μισήσαντες τῆς παρανομίας, ὡς τύραννον μὲν τῇ φύσει, ἰδιώτην δὲ τῇ δυστυχίᾳ.

Ὥσπερ οὖν τῷ ἵππων γένει συγκεκλήρωται πρὸς σωτηρίαν δρόμος, καὶ τῷ βοῶν πόνοι, καὶ ὄρνισι πτερά, καὶ λέουσιν ἀλκή, καὶ ἄλλοις ἄλλό τι, οὕτως ἀμέλει καὶ ἀνθρώπῳ ὑπάρχει δύναμις ξυμφυὴς διασωστικὴ τοῦ γένους·

ταύτην δὲ ἑτέραν εἶναι δεῖ παῤ ἕκαστον τῶν ἄλλων, εἰ μέλλει ἄνθρωπος ὤν μὴ ὑπὸ ἀλκῆς σωθήσεσθαι, ὥσπερ οἱ λέοντες, μηδὲ ὑπὸ δρόμου, ὥσπερ οἱ ἵπποι, μηδὲ ἀχθοφορεῖν ὄνου δίκην, μηδὲ ἀροῦν βοὸς δίκην, μηδὲ πέτασθαι κατὰ ὄρνιθας, μηδὲ νήχεσθαι κατὰ ἰχθύος.