Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὑπὸ δὲ τῆς παλιρροίας ταύτης ψυχὴ κυκωμένη, πῶς ἄν ποτε ἐπιλάβοιτο ἀλυπίας, συνοῦσα ἀγαθοῖς ἐστερημέ|νοις;

[*](3b)

Ἐγὼ καὶ θαλάττῃ διὰ τοῦτο ἀπιστῶ, κἂν νήνεμος ᾖ, κἂν γαλήνην ἔχῃ· ὑποπτεύω γὰρ αὐτῆς τὴν [*](5 ἡδονὴν ἐπαινουμένην vi. or. 17. 5f ἔπαινος sq.) [*](3 ἀμελήσω — 9 φυρόμενον x || 8 ἀναμέμικται — 14 ἀλυπίας p) [*](4 λύπης ἀμιγῆ] in mge ἡδονὴ ἄλυπος οὐκ ἔστι x) [*](1 πεῖσαι] στῆσαι 〈αὐτὴν〉 Duk.〈βεβαίαν〉 δεῖξαι Markl. || 2 δυ- νηθῇ, 〈ὡς ἀσφαλής〉 (coll. infra ἡδονὴν ἀσφαλῆ et p. 360. 6) Hob. | εἰ δὲ] μηδὲ Reiske (Duebn.) ὅτι Orelli μὴ Schenkl | μὴ δυνηθῇ] μὴ δυνατή Orelli τουτὶ (τοῦτο) γὰρ (δὲ) ἐὰν δυνηθῇς (-θῇ) Reiske (Duk.) τὴν ἡδονὴν Combes ἂν (εἰ) δὲ δυνηθῇ Duebn. (Schenkl) || 3 ἀνέχομαι MN | ἡδόμενος τὸν πάντα χρόνον] τοῦ λόγου MNα(δ) || 5 δείξης BV || 5. 6 δὲ πῶς; α(δΔ) || 9 ἐν (ante ἑκατέρῳ) om BHx (Δ⁰) | φερόμενον BH || 10. 11 ξυμπεφυκότα MV || 11. 12 ἀντικαταλ- λάττεται] αὐτίκα καταλλάττεται B || 14. 15 ἐστερημένοις (scil. τῆς βεβαιότητος)] ἐστραμμένοις ‘adnotatumʼ reperit Steph. (inscius ‘an ex alio exemuplari an ex coniecturaʼ) ἐφημέροις Dav.1 ἀσφα- λείας (vel βεβαιότητος) ἐστερημένοις Dav.2 ἐστηριγμένοις Markl. ἐστερησομένοις Reiske ἐπτερωμένοις Meiser || 15 ἐγὼ δὲ καὶ MN α(δ) | διὰ τοῦτο om. MNφα(δ) add. Steph. (ex ρ))

358
ἡσυχίαν· εἰ δέ με βούλει πιστεῦσαι γαλήνῃ, ἄγε λαβὼν εἰς πέλαγος ἀσφαλές, [*]((δ 566))
  • ἔνθ᾿ οὐκ ἔστ᾿ ---οὔτ᾿ ἂρ χειμὼν πολύς,
  • [*]((ζ 43/45))
  • οὔτέ ποτ᾿ ὄμβρῳ
  • δεύεται, --- ἀλλὰ μάλ᾿ αἴθρη
  • πέπταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν
  • αἴγλη.
  • Συγκεκλήρωται δὲ καὶ ἡ ψυχὴ τοιούτῳ πάθει· καὶ μέχρις ἂν αὐτῇ ἀπῇ μὲν ὁ κυβερνήτης, ἀπῇ δὲ καὶ ἡ τέχνη, κἂν γαλήνην ἴδῃ, χειμῶνα δέδιεν· κἂν χειμῶνι ἐντύχῃ, γαλήνην ποθεῖ.

    Ἀνδρὸς γὰρ βίος πρὸς ἡδονὴν νενευκότος, καὶ λύπην ἐπτοημένου, κοῦφος καὶ ψοφοδεὴς καὶ ἄπιστος καὶ θαλάττης πάσης ἀδηλότερος.

    Οὐχ ὀρᾷς τοὺς μνηστῆρας νεανικαῖς ἡδοναῖς συγγιγνομένους, πίονας αἶγας κατέδοντας, καὶ ἁπαλῶν ἐρίφων ἐμπιμπλαμένους, καὶ αὐλῶν ἀκούοντας, καὶ οἶνον ἀπομισγομένους, καὶ δίσκοις ταρπομένους, καὶ αἰγανέας ἱέντας; Τίς οὐκ ἂν αὐτοὺς τῆς ἡδονῆς ταύτης

    [*](3 ἐνθ᾿ οὐκ ἔστ᾿ sq. eadem citandi ratione adhibet or. 11. 10e || 14 τοὺς μνηστῆρας scil. ἐπιθυμιῶν exempla (ut κενταύ- ρους or 33. 8a et c) vi. etiam or. 26. 9e cf. similiter Dio Chrys. V 16 (de sphinge) ὅδε μὲν δὴ ὁ μῦθος . . τάχ᾿ ἂν ἱκανῶς ἐπι- δεῖξαι δύναιτο ὁποῖόν ἐστι τὸ τῶν ἐπιθυμιῶν γένος ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις . . διαφθείρουσιν)[*](11 ἀνδρὸς — 13 ἀδηλότερος nx)[*](2 ἀσφαλές om (pr. man.) a del. Heins. || 3 ἐνθ᾿ οὐκ ἔστ᾿ non Homeri sunt || 6 ἀνέφελος MNQV || 9 αὐτῆς Steph. || 10 ἴδοι B οἶδε N εἶδεν M || 13 θαλάσσης MNBn | πάσης om. V || 14. 15 συγγινομένους Ϛ(δ Ϛ(δΔ⁰) || 15. 16 ἁπαλῶν ἐρίφων in ras. e verbis quibusdam, quorum initium fuit παλο quaeque spatium multo maius expleverunt, per quod spatium postea man. recent. litterae ων ἐρίφων trahendo distributae sunt R! || 16 καὶ αὐλῶν — 17 ἀπομισγομένους om. QV | καὶ αὐλῶν in ras. (ut supra 15 ἁπαλῶν) R! || 17 ἀπομισγομένους] ἀπὸ κρατῆρος μισγομένους Reiske | τερ- πομένους ϛ(δΔ) || 18 ἰέντας MN ἰόντας QV)
    359

    ἐμακάρισεν; Ἀλλὰ ὁ μαντικὸς καὶ γνωριστικὸς τοῦ μέλλοντος λέγει, [*]((υ 351/2))

  • ἆ δεῖλʼ οὔτι κακὸν τόδε πάσχετε, νυκτὶ μὲν ὑμῶν
  • εἰλύαται κεφαλαί,
  • παρὰ πόδας τὸ κακὸν καὶ ἐγγύς.

    Παρὰ πόδας τὸ κακὸν ἦν καὶ Ἀλεξάνδρῳ τῷ τὴν θαυμαστὴν ἐκείνην ἡδονὴν ἐκ Πελοποννήσου ἐκκλέψαντι· ταχὺ γὰρ ἐπʼ αὐτῇ στόλος ἐξηρτύθη Ἑλληνικός, μυρίας μὲν ὀδύνας αὐτῷ τῷ || τῆς ἡδονῆς ἐραστῇ ἄγων, μυρίας δὲ τῇ [*](Ed Duebn. p.4) ξυμπάσῃ πόλει.

    Τὰς δὲ Ἀσσυρίους ἡδονὰς οὐ λέγω, ἃς κατέλαβεν εὐθὺς πῦρ αὐτῷ χρυσῷ, καὶ αὐταῖς παλλακίσιν.