Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς λόγων.
Σω|κράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, [*](31a) καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπταιστος [*](7 ὀργῆς ζωπύρωσιν cf Xenoph. apol. 9 et 32 Epict. diss II 2 18 || 11. 12 ἀκόλαστον συμπόσιον sq vi or 11 7g || 17 τοὔ- νειδος sq vi. Xenoph. apol. 26) [*](7 ζωπύρωσιν in mge repetit (vet. schol b) R!) [*](1 ἢ R! | ἂν om. α(δ) || 4 τὸ σχῆμα ἂν ἦν Markl. πρόσχημα ἦν Reiske || 5 λέγειν μὲν Reiske (Duebn.) | ἐχρῆν (in ras ex ἐγ-) R! | ταπεινὸν μὲν φα(δ) || 8 φλεγμονῆς Reiske || 10 παρησίας R cf. Crönert l. a p. 79 || 11 κεχρημένον (χ et η in ras.) R! | ἀκο- λάστων φα(θ) || 20 Σωκράτῃ R!Bφ Σωκράτης MN Σωκράτει α(δ∠))
ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλʼ οὔτε ἠδύνατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης.
Ἄπαγε, ὦ Ζεῦ καὶ θεοί, ὅμοιον ὡς εἰ καὶ Λεωνίδην τὸν Σπαρτιάτην ἐκεῖνον ἠξίωσεν ἄν τις παραστὰς τοιοῦτος σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ·
ὁ δὲ οὐκ ἐδέξατο, ἀλλʼ αὐτοῦ κεῖσθαι σὺν τῇ ἀρετῇ καὶ τοῖς ὅπλοις μᾶλλον, ἢ ζῶν δεῖξαι τὰ νῶτα βασιλεῖ βαρβάρῳ.
Τί τοίνυν ἦν ἄλλο ἡ Σωκράτους ἀπολογία, ἢ νώτων ἀποστροφή, καὶ φυγὴ βλημάτων, καὶ εὐπρεπὴς δειλία; τοιγαροῦν ἔμεινεν, καὶ τὴν ἐμβολὴν ἐδέξατο, καὶ ἠρίστευσεν·
Ἀθηναῖοι δὲ ᾤοντο αὐτοῦ καταψηφίζεσθαι.
Καὶ γὰρ Ξέρξης ᾤετο νικᾶν Λεωνίδην, ἀλλὰ Λεωνίδης μὲν ἀπέθνησκεν, Ξέρξης δὲ ἡττᾶτο· καὶ Σωκράτης μὲν ἀπέθνησκεν, Ἀθηναῖοι δὲ κατεδικάζοντο, δικαστὴς δὲ ἦν αὐτοῖς θεὸς καὶ ἀλήθεια.