Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οὐκ ἀπολογίαν μοι λέγεις, ἀλλʼ ὀργῆς ζωπύρωσιν καὶ φλεγμονήν. Πῶς γὰρ ἂν ἤνεγκεν τοιαύτην ἀπολογίαν δικαστήριον πονηρὸν καὶ δημοκρατικόν, καὶ ἐκδεδιῃτημένον ὑπʼ ἐξουσίας, καὶ ἀνήκοον παρρησίας, καὶ κολακείᾳ διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρατῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην.

Τοιγαροῦν ἐσίωπησεν ὁ Σωκράτης ἀσφαλῶς, ὅπου λέγειν οὐκ ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν.

Πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς λόγων.

Σω|κράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, [*](31a) καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπταιστος [*](7 ὀργῆς ζωπύρωσιν cf Xenoph. apol. 9 et 32 Epict. diss II 2 18 || 11. 12 ἀκόλαστον συμπόσιον sq vi or 11 7g || 17 τοὔ- νειδος sq vi. Xenoph. apol. 26) [*](7 ζωπύρωσιν in mge repetit (vet. schol b) R!) [*](1 ἢ R! | ἂν om. α(δ) || 4 τὸ σχῆμα ἂν ἦν Markl. πρόσχημα ἦν Reiske || 5 λέγειν μὲν Reiske (Duebn.) | ἐχρῆν (in ras ex ἐγ-) R! | ταπεινὸν μὲν φα(δ) || 8 φλεγμονῆς Reiske || 10 παρησίας R cf. Crönert l. a p. 79 || 11 κεχρημένον (χ et η in ras.) R! | ἀκο- λάστων φα(θ) || 20 Σωκράτῃ R!Bφ Σωκράτης MN Σωκράτει α(δ∠))

39
βίος καὶ ὑγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμιλίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δικαστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου,

ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλʼ οὔτε ἠδύνατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης.