Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλήθεια δὲ καὶ ἀρετὴ καὶ βίος ὀρθὸς ἑτέρων δικαστῶν δεῖ, καὶ νόμων ἑτέρων, καὶ ῥητόρων ἑτέρων, ἐν οἷς Σωκράτης ἐκράτει, καὶ ἐστεφανοῦτο, καὶ εὐδοκίμει.

Πῶς οὖν οὐκ ἂν ἦν καταγέλαστος γέρων ἀνὴρ καὶ φιλόσοφος συναστραγαλίζων τοῖς παισίν; ἢ τίς πώποτε ἰατρὸς ἔπεισεν τοὺς πυρέττοντας, ὅτι ἀγαθὸν τὸ διψῆν καὶ λιμώττειν; ἢ τίς τὸν ἀκόλαστον, ὅτι πονηρὸν ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ ἐφίεται;

ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαίμονας παρανομία.

Καὶ γὰρ ἤτοι συνηπίσταντο ταῦτα τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν.