Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

χειρόνων; καὶ τίς κρείττων χείρονι ἀπελογήσατο; τί δʼ ἂν καὶ εἶπεν ἀπολογούμενος; ἆρα ὡς οὐκ ἐφιλοσόφει; ἀλλὰ ἐψεύδετο ἄν· ἢ ὅτι ἐφιλοσόφει; ἀλλὰ ἐπὶ τούτῳ ἐχαλέπαινον.

Ἀλλὰ νὴ Δία τούτων μὲν οὐδέν, ἀπολύεσθαι [*](δʼ) ἐχρῆν τὴν αἰτίαν, ὡς μήτε διέφθειρεν τοὺς νέους, μήτε καινὰ δαιμόνια ἐπεισέφερεν.

Καὶ τίς τεχνίτης τὸν ἄτεχνον πείθει ὑπὲρ τῶν κατὰ τὴν τέχνην; ποῦ γὰρ Ἀθηναίοις συνιέναι, τί μὲν διαφθορὰ νέων, τί δὲ

ἀρετή; καὶ τί μὲν τὸ δαιμόνιον, πῶς δὲ τιμητέον; οὐ γὰρ τῷ κυάμῳ λαχόντες δικασταὶ χίλιοι ταῦτα ἐξετάζουσιν, οὐδὲ Σόλων τὶ ὑπὲρ αὐτῶν γέγραφεν, οὐδὲ οἱ Δράκοντος σεμνοὶ νόμοι·

ἀλλὰ κλήσεις μέν, καὶ φάσεις, [*](30a)καὶ γραφαί, καὶ εὐθύναι, καὶ ἀντωμοσίαι, |καὶ πάντα τὰ τοιαῦτα ἐν ἡλιαίᾳ εὐθύνεται, ὥσπερ ἐν ταῖς τῶν [*](2 δικαστῶν scil. καλῶν cf. Plat. apol 40a | ἄδικοι vel κλε- πτίστατοι cf. Athen. 13. 611a || 3 ἀνόητοι cf. Lucian. bis accus. 6 (798) || 16 κυάμῳ sq. (e Xenoph. mem. l 2. 9) vi. or. 16. 4b || 17 Σόλων vi. or. 6. 5d; 36. 6g || 20 ὥσπερ sq vi or. 36. 5c) [*](20 in mge μέγιστον δικαστή|ριον Ἀθήνῃσιν, ἐν | ᾧ τὰ με- γάλα τῶν | δημοσίων πραγμάτων | ἐκρίνετο· ἐκαλεῖ|το δὲ οὕτως, ἀπὸ τοῦ | αὐλίζεσθαι (vet schol b) R) [*](1 ἐκείνωι | τῶν Ἀθηναίων silentio praeterm. σ2 || 2 δικασ- τῶν] δικαίων Steph prob. Heins. Dav.1 Markl. || 4 οἱ ὠργίζοντο α(δ) || 8 ἀλλʼ α(θ) || 10. 11 δὲ χρῆν MNα(θ) corr. Markl || 12 κενὰ R | τεχνίτης om. MNφα(δ) e R add. Heins. || 13 πείθῃ α(δ∠) | τὴν (ante τέχνην) om. B || 19 εὐθῦναι Duebn. | ἀντωμοσίαι 〈ῥη- τορικαὶ〉 Heins. (prob. Dav.))

36
παίδων ἀγέλαις αἱ περὶ τῶν ἀστραγάλων διαμάχαι καὶ ῥητορικαί, ἀφαιρουμένων ἀλλήλους, καὶ ἀδικούντων, καὶ ἀδικουμένων·

ἀλήθεια δὲ καὶ ἀρετὴ καὶ βίος ὀρθὸς ἑτέρων δικαστῶν δεῖ, καὶ νόμων ἑτέρων, καὶ ῥητόρων ἑτέρων, ἐν οἷς Σωκράτης ἐκράτει, καὶ ἐστεφανοῦτο, καὶ εὐδοκίμει.

Πῶς οὖν οὐκ ἂν ἦν καταγέλαστος γέρων ἀνὴρ καὶ φιλόσοφος συναστραγαλίζων τοῖς παισίν; ἢ τίς πώποτε ἰατρὸς ἔπεισεν τοὺς πυρέττοντας, ὅτι ἀγαθὸν τὸ διψῆν καὶ λιμώττειν; ἢ τίς τὸν ἀκόλαστον, ὅτι πονηρὸν ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ ἐφίεται;

ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαίμονας παρανομία.