Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτο τὸ πάθος ταράττει τὴν γῆν καὶ τὴν θάλατταν, τοῦτο ἀθροίζει τὰς ἐκκλησίας, τοῦτο συνάγει τὰ δικαστήρια, τοῦτο πληροῖ τὰ δεσμωτήρια, τοῦτο πήγνυσιν ναῦν, τοῦτο τριήρεις καθέλκει, τοῦτο πολέμους συντάττει, τοῦτο ἀνεβίβασεν ἐπὶ ἵππους ἱππέας, ἐπὶ ἅρματα ἡνιόχους, ἐπὶ ἀκρόπολιν τυράννους.

Διὰ τοῦτο ξεναγοί, διὰ τοῦτο μισθοφόροι, [*]((I 593/4)) ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τὲ γυναῖκας. Καὶ ἄλλων μυρίων κακῶν ἀνέχονται οἱ ἄνθρωποι διʼ οὐδὲν ἄλλο, ἢ διʼ ἐλπίδα ἀγαθοῦ καὶ ἄγνοιαν.

Ἐνέφυσεν γάρ τι ὁ θεὸς ζώπυρον τῷ τῶν ἀνθρώπων γένει τῆς προσδοκίας τοῦ ἀγαθοῦ, ἀπέκρυψεν δὲ αὐτοῦ τὴν εὕρεσιν· [*]((κ 304)) ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·