Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἦλθεν εἰς Βαβυλῶνα ἀνὴρ Ἴων παρὰ τὸν μέγαν βασιλέα, τέχνην τινὰ ἐπιδεικνύμενος διαφέρουσαν εὐμηχανίᾳ. Ἁμάξας στέατος ποιούμενος μικρὰς στρογγύλας, κατὰ βελόνης ὀρθίου πόρρωθεν ἀφιείς, τῆς βελόνης ἄκρας ἐτύγχανεν, καὶ ᾤετο δήπου μέγα εἶναι αὐτῷ ἀγαθὸν τὴν εὐστοχίαν τῆς βελόνης, οὐχ ἧττον ἢ ὁ Ἀχιλλεὺς τὴν τῆς μελίας τῆς ἐκ τοῦ Πηλίου

Καὶ ἐν Λιβύῃ ἀνὴρ Λίβυς, Ψάφων ὄνομα, ἐραστὴς εὐδαιμονίας οὐ ταπεινῆς, μὰ Δία, οὐδὲ τῆς περιθεούσης ταύτης, ἀλλὰ ἤθελεν γὰρ θεὸς εἶναι δοκεῖν·