Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἀλλʼ ἄρχει τίνων; τίνας αὐτῷ δίδως ὑπηρέτας; τίνας

χιρουργοὺς τῶν πράξεων; τὸ σῶμα; εὐθὺς ὅρα τί δρᾷς· διαπηδᾷς τὴν τάξιν τῶν ἀρχομένων, ἀπὸ τοῦ στρατηγοῦ ἐπὶ τοὺς σκευοφόρους.

Οὐχ ὁρᾷς τὸν κόσμον; ὁ στρατηγός, εἶτα οἶ λοχαγοί· καὶ μετὰ τούτους ἐνωμοτάρχαι· εἶτα οἱ ὁπλῖται, οἱ πελτασταί, οἱ τοξόται· καταβαίνει ἡρέμα ἡ ὑπηρεσία ἀπὸ τοῦ ὅλου, ἀπὸ τῶν ἀρίστων ἐπὶ τὰ φαυλότατα.

[*](1 τέχνην τεχνῶν vel ἐπιστήμην ἐπιστημῶν scil. philosophiae definitionem (Aristotelicam si fides est anonymo ap. Cramer. anecd. Par. IV 400) cf. Iulian. VI 183 a Themist. 23. 300 a 11 ἔστω κοίρανος sq. vi. or. 33.3 c || 19 20 ἀπὸ τοῦ ὅλου . . ἐπὶ τὰ φαυλότατα vi. or. 9. 1 d καὶ διὰ τούτων sq etiam or. 40. 2 a)[*](3 δῶς R | τέχνην] οὐ τέχνην Reiske || 4 〈καὶ〉 ἐπιστήμην α(δ) 〈οὐδʼ ἐπιστήμην Reiske || 5 〈ἀλλʼ〉 ἀπαλλάγηθι Reiske 8 δρᾷς 〈ὡς〉 εἴ ϛ(δΔ) || 9 τὸ τῆς τέχνης τὸ τῆς ὕλης cett. (δΔ) 10 καλοῦ; 〈οὔ (μὴ ·)〉 ἀρχέτω Markl. (Reiske) Duebn. || 10.11 λόγον ἄρχειν Markl Reiske λόγος· λόγον ἄρχειν Duk. ἄρχειν del Meiser || 11 βούλει del Meiser || 12 ἔδωκε (ω in ras. ) R! | πάϊς Ho- merus || 18 ἐνωμοτάρχαι] οἱ νομοτάρχαι H οἱ ἐνωσμοτάρχαι Dav. (Duebn.) | εἶτα ὁπλῖται (suprascr οἱ) R! || 19 ἠρέμαι R! | ὅλου )
330

Ἀλλʼ ὁρῶ τὸ πρόχειρον δὴ τοῦτο. Ὁ θεὸς οἰκονομεῖ τὸ πᾶν τοῦτο | καλῶς καὶ τεχνικῶς καὶ ἐπιστημόνως· [*](117 b) τί δὲ οὐ μέλλει; Τί οὖν μᾶλλον ἡ ἐπιστήμη,

ἢ ἀρετή; εἰ μὲν γὰρ τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν καλῇς, οὐ νεμεσῶ τῶν ὀνομάτων· οὐ γάρ ἐστιν θεῷ, καθάπερ ἀνθρώπῳ, τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον· ἀλλʼ ἀπλοῦν τὸ θεῖον, αὐτὸ ὅ, τι περ νοῦς καὶ ἐπιστήμη καὶ λόγος.

Εἰ δὲ ἐν τῇ κράσει τοῦ [*](Ed. Deubn. p. 134)κρείττονος πρὸς τὸ χεῖ ρον, τὸ τοῦ ἀρχομένου ὄνομα μετατίθης πρὸς τὸ κρεῖττον, μέχρι μὲν τῆς φωνῆς ἀνέχομαι, τὸ δὲ πρᾶγμα οὐ δίδωμι.