Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τὴν μὲν γὰρ διαδοχὴν τοῦ εἰδέναι μαθήσει ποιεῖ· ἡ δὲ χρεία τῶν τεχνῶν, οὐχ ὑπὸ τέχνης γενέσθαι τέχνην, ἀλλ᾿ ὑπὸ μὲν κεραμέως ἀμφορέα, ὑπὸ δὲ αὐλητοῦ αὔλημα, ὑπὸ δὲ στρατηγοῦ νίκην, τούτων δὲ ἕκαστον ἄλλό τι παρὰ τὴν τέχνην, τέχνης τέλος, καὶ οὐ τέχνη

οὐ γὰρ ὅ, τι μὴ τέχνη, καὶ ἀτεχνία εὐθύς. Ἀτεχνία μὲν γὰρ ἀφαίρεσις τέχνης, ἔνθα δεῖ τέχνης· οὐ τέχνη δέ, τὸ ὑπὸ τέχνης μὲν γεγονός, ἕτερον δὲ ὂν παρὰ τὴν τέχνην.

Ἆῤ ἡγεῖ με σαφῶς λέγειν, ἢ φραστέον σοι οὑτωσὶ ἐνδηλότερον; Καλεῖς τινα τέχνην ἰατρικήν, καὶ ἄλλην αὖ ἀγαλματουργικήν; τέλος δὲ ἑκατέρας, οὔτε ἰατρικῆς ἰατρική, οὔτε ἀγαλματουργικῆς ἀγαλματουργία, ἀλλὰ