Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](κζ΄)

Εἰ τέχνη ἡ ἀρετή.

Καὶ πῶς ἄν τις τοῦ φιλοσόφου ἀποδέξαιτο, ἄλλό τι τὴν ἀρετὴν λέγοντος εἶναι, καὶ μὴ τέχνην; σχολῇ γὰρ ἂν εἴη τέχνη τὶ ἄλλο, εἴπερ μὴ ἡ ἀρετή·

πλὴν εἰ μὴ ἄροτρον μὲν τέχνης ἔργον, καὶ ἀσπὶς τέχνης, καὶ ναῦς, καὶ τειχίον· τὸ δὲ τούτοις χρώμενον καὶ ἐπιστατοῦν καὶ παρέχον τὴν ἑκάστου χρείαν ἅπαντα τῷ ἔχοντι εἰς δέον, καὶ τὴν ἐξ ἀπάντων ὠφέλειαν συντάτ||τον εἰς [*](Ed. Duebn. p. 131) κοινὸν τέλος, τοῦτο δή που ἀτεχνίαν φήσομεν.

Δει νόν γε, ὦ θεοί, καὶ δεινοῦ πέρα, εἰ ὁ μὲν κεραμεὺς ἐπὶ τέχνῃ μανθάνει, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων· ὁ δὲ φιλόσοφος μανθάνει μέν, καὶ τὸ τέλος αὐτῷ ἡ ἀρετὴ ἔχει, ἔστι δὲ τοῦτο οὐ τέχνη, ἀλλά τι μάθημα ὑπὸ ἀτεχνίας διδασκόμενον.