Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ἔα μοι ταυτὶ τὰ αἰνίγματα· σκόπει τὰ σά, τὰ ἀνθρώπινα.
Οὗτός σοι πολιτείας τρόπος, οὐκ ἐν Πειραιεῖ πλαττόμενος, οὐδὲ ἐν Κρήτῃ νομοθετούμενος, ἀλλʼ ἐπὶ προφάσει [*](1 Ἄρης cf. Philod. de piet. Ps. Plut. vit. Hom.102 5 στοιχεῖα of Ps. Plut. vit Hom. 102 || 18 Ἥρα scil. ὁ ἀὴρ cf. Diog. Laert. VII 147 Cicer nat. deor. 26. 66 anon ap. Westerm. myth. 328. 6) [*](4 λόγων RH ὀνομάτων cett. (δ) || 5 ὀνομάτων RH λόγων cett. (δ) || 9 ποταμοῦ] ὕδατος Markl. || 10 λαμπρῷ] λάβρῳ Markl. 12 μυρίκας (υρ in ras.) R! 15 οἱ R Homerus οἳ cett. (δ Δ) om M || 15. 16 κατὰ δίνας om. M || 18 ἄπαυστος H (Δ) Markl. ἄσ- πειστος Steph. et ita kühn (ad Polluc. I 10. 102) sed cf. ἄπιστος ἔχθρα Euseb. de laude Const. XVI 766 || 20 τὰ (ante σά) in ras R! || 22 σοι] τῆς φ α (δ))
Ἄρχοντες αὐτουργοί, προβουλευόμενοι· ἀριστεῖς ἀγαθοί, προπολεμοῦντες· γυνὴ σώφρων, ἀντιταττομένη ὑβρισταῖς νεανίαις· βασιλεὺς δίκαιος, ξενοδοχῶν ἀλήτην ξένον· ἀνὴρ σώφρων, παντοίαις συμφοραῖς ἀντιτεχνώμενος.
Δείξω δέ σοι καὶ πολιτείας ἄλλας ἀντιτεταγμένας· δημιουργεῖ δὲ αὐτάς Ὅμηρος μὲν λόγῳ, Ἥφαιστος δὲ χρυσῷ·
[*]((Σ 491))
Αὗται σοι νησιωτικαὶ πόλεις, ἡ μὲν Φαιάκων, ἡ δὲ Ἰθακησίων· τῶν μὲν ἄρχει αἰδώς, τῶν δὲ ὕβρις· τῶν μὲν βασιλεῖς ἔννομοι, τῶν δὲ ἄδικοι μνηστῆρες· οἱ μὲν τὸν βασιλέα [*]((θ 173))
τέλος δὲ ἑκατέροις, τοῖς μὲν εὐφροσύνη διηνεκής, καὶ βίος ἄλυπος, καὶ ὑποδοχὴ ξένων, καὶ θαλάττης στόλοι, καὶ γῆς καρποί· τοῖς δὲ ἑτέροις ὄλεθρος ἀθρόος ἐν αὐταῖς ταῖς ἡδοναῖς.