Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἔχει δὲ καὶ ὁ Ἅιδης αὐτῷ τρίτην ἀρχήν· τριχθὰ δὲ Ὁμήρῳ δέδασται τὰ πάντα. Ποσειδῶν μὲν ἔλαχεν, [*]((Ο 190/3))

  • πολιὴν ἅλα ναιέμεν αἰεί·
  • Ἅιδης δὲ ἕλαχεν, ζόφον ἠερόεντα
  • Ζεὺς δὲ --- οὐρανόν.
  • Ὢ τῆς δικαίας καὶ φιλοσόφου νομῆς.

    Εὕροις δʼ ἂν καὶ ἄλλας παῤ Ὁμήρῳ ἀρχὰς καὶ γενέσεις παντοδαπῶν ὀνομάτων, ὧν ὁ μὲν ἀνόητος ὡς μύθων ἀκούει, ὁ δὲ φιλόσοφος ὡς πραγμάτων.

    Ἔστιν αὐτῷ καὶ ἀρετῆς ἀρχή· ἀλλὰ Ἀθηνᾶ λέγεται,