Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

312

Δοκεῖ μοι Ὅμηρος, φύσει τε κεχρημένος ἐνθεωτάτῃ καὶ φρονήσει δεινοτάτῃ | καὶ ἐμπειρίᾳ πολυτροπωτάτῃ, [*](112 a) φιλοσοφίᾳ ἐπιθέμενος, δημοσιεῦσαι ταύτην τοῖς Ἕλλησιν ἐν ἁρμονίᾳ τῇ ποτὲ εὐδοκίμῳ· αὕτη δʼ ἦν ἡ ποιητική· οὔτε δὲ Ἰωνικὴν ταύτην ἐθελῆσαι εἶναι αὐτῷ, οὔτε ἀκριβῶς Δώριον, οὔτε Ἀττικήν, ἀλλὰ κοινὴν τῆς Ἑλλάδος.

Ἅτε οὖν ξύμπασι διαλεγόμενος, ἀθροίσας ἀναμὶξ τὴν Ἐλλάδα φωνὴν καὶ ἀνακερασάμενος εἰς σχῆμα ᾠδῆς, διʼ ὧν τὰ ἔπη εἰργάσατο προσηνῆ τε ἅμα

εἶναι καὶ ξυνετὰ πᾶσιν καὶ κεχαρισμένα ἑκάστοις, ἐνθυμηθεὶς δέ, ὅτι ὀλίγον μὲν τὸ ξυνετὸν ἐν ἅπαντι, τὸ δὲ πολ δημαγωγεῖσθαι φιλεῖ, οὐδετέρῳ τῷ γένει ἀποκεκριμένην τὴν ποίησιν ἐξειργάσατο· καθάπερ ὁ Ἡσίοδος, χωρὶς μὲν τὰ γένη τῶν ἡρώων, ἀπὸ γυναικῶν ἀρχόμενος καταλέγων τὰ γένη, ὅστις ἐξ ἧς ἔφυ· χωρὶς δὲ αὐτῶν πεποίηνται οἱ θεῖοι λόγοι, ἅμα τοῖς λόγοις θεογονία· χωρὶς δʼ αὖ ὠφελεῖ τὰ εἰς τὸν βίον.

ἔργα τὲ ἃ δραστέον, καὶ ἡμέραι ἐν αἷς δραστέον· οὐχ οὕτω τὰ Ὁμήρου ἔχει, οὐδὲ ἀποκέκριται ἕκαστα χωρίς, οὐδʼ αὖ φύρεται ἀκρίτως πάντα ἐν πᾶσιν· ἀλλά τε [*](1 φύσει sq. eadem fere de Socrate vi. or. 8. 3 b sq. || 5 οὔτε . . Ἰωνικὴν sq. cf. Dio Chrys.12. 66; 11. 20 Ps. Plut. vit. Hom. 8 sq. 7 ἀθροίσας sq cf. Ps. Plut. vit. Hom. 14 ὅπως μὲν οὖν τὰς πάν- των Ἑλλήνων φωνὰς ἀθροίζων ποικίλον ἀπεργάζεται τὸν λόγον sq 14 Ἡσίοδος sq. vi. or. 18. 9 a) [*](1 δοκεῖ — 9 ᾠδῆς p) [*](3 in mge σημείωσαι πάντα | ταῦτα περὶ | ὁμήρου (schol. re- cent.) R! || 14 in mge ἡοίοδος (schol. recent.)) [*](4 τῇ τότε εὐδοκίμῳ φ (δ Δ) || 5 αὐτῷ α (δ Δ°) || 9 ᾠδῆς, 〈διʼ〉 ὧν τὰ Hob. ᾠδῆς ὧν τὰ codd. ᾠδῆς, οὕτως Schenkl. ᾠδῆς τὰ φ α (δ Δ) ᾠδῆς, αὑτοῦ τὰ Dav.² ᾠδικόν, τὰ Markl. ᾠδῆς ἕν, τὰ Meiser 14 τὰ γένη om. α (δ Δ) || 15 ἐξ ἧς |ἐξ οἵας Duk. || 16 αὐτῷ φ α (δ Δ) λόγοι 〈καὶ〉 ἅμα Markl. (Duk) || 17 〈ἡ〉 θεογονία Markl. || 20 ἀλλά τε RMN ἀλλά γε (γʼ) cett. (δ Δ) (Schenkl))

313
ἦν τὸ σχῆμα αὐτῷ τοῦ λόγου, ὃ οἱ μῦθοι ἔχουσιν, οἱ Τρωικοὶ λόγοι καὶ τὰ τοῦ Ὀδυσσέως παθήματα, [*](Ed. Duebn. p.128) μέμικται δʼ ἐν αὐτοῖς καὶ θεολογία σαφής, καὶ πολιτείας ἦθος, καὶ ἀρεταὶ ἀνθρώπων, καὶ μοχθηρίαι, καὶ παθήματα, καὶ συμφοραί, καὶ εὐτυχίαι· καὶ τούτων ἕκαστον ὑποθέσεις οἰκείας ἔχει·

οἷον εἰ ξυνίῃς παναρμόνιόν τι ὄργανον, παντοδαπὰς μὲν φωνάς, πάσαις δὲ ἄλλαις ὡμολογημένας·

μᾶλλον δὲ οὕτως, εἰ ἤδη που ἐθεάσω ἄθροισμα ὀργάνων, αὐλὸν ἠχοῦντα, καὶ λύραν ψαλλομένην, καὶ ᾠδὴν χοροῦ, καὶ σάλπιγγα ἀναμίξ, [*](112b)καὶ σύριγγα, καὶ ἄλλʼ ἄττα ὀργάνων | εἴδη καὶ ὀνόματα· ὧν ἕκαστον πεποίηται μὲν κατὰ οἰκείαν τέχνην, συντέτακται δὲ πρὸς τὸ πλησίον κατὰ κοινὴν μοῦσαν.

Συνελόντι δʼ εἰπεῖν, ἡ Ὁμήρου ποίησις τοιάδε τίς ἐστιν, οἷον εἰ καὶ ζωγράφον ἐννοήσαις φιλόσοφον Πολύγνωτον ἢ Ζεῦξιν, μὴ γράφοντα εἰκῇ· καὶ γὰρ τούτων ἔσται τὸ χρῆμα διπλοῦν, τὸ μὲν ἐκ τῆς τέχνης, τὸ δὲ ἐκ τῆς ἀρετῆς· κατὰ μὲν τὴν τέχνην, τὰ σχήματα καὶ τὰ σώματα εἰς ὁμοιότητα τοῦ ἀληθοῦς διασώζοντι· κατὰ δὲ τὴν ἀρετήν, εἰς μίμησιν τοῦ κάλλους [*](1 οἱ μύθοι quippe quibus insit τὸ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται, πλείστη δὲ χάρις Plut aud. poet. 7 || 3 μέμικται sq. cf. Plut. aud. poet. 7 κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα sq. || 7 ὄργανον sq. cf. Dio Chrys/ 53. 5, de poetis in universum Themist. 28. 341c || 16 Ζεῦξιν vel Φειδίαν cf. Dio Chrys. XII 55 sq. vi. etiam or 2. 10 d) [*](8 εἰ ἤδη — 13 μοῦσαν p) [*](1 ἦν] οὖν Schenkl | λόγου, 〈 ὃ〉 οἱ Bob. | μῦθοι· 〈καὶ ἄλλα μὲν〉 ἔχουσιν α (δ) μῦθοι, οὓς ἔχουσιν Markl. (Duebn.) μῦθοι παρέχουσιν Schenkl || 2 καὶ τὰ] ἄλλα δὲ τὰ α (δ) ἄλλο δὲ τὰ Markl. || 3 δὲ ἐν Δ || 7 μὲν 〈ἱὲν〉 Markl. ἱὲν Duebn. | πάσας Heins. (Duebn.) || 8 ἄλλαις] ἀλλήλαις Heins. (Duebn.) | οὕτως· ἤδη nescio unde Δ || 16. 17 τούτῳ Markl. (Δ) || 19 σώματα] χρώματα Markl. 19. 20 διασώζουσι Dav.1)

314
τὴν εὐσχημοσύνην τῶν γραμμάτων διατιθέντι.

Ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας γνῶσιν συντεταγμένον.

Αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεύς καὶ Ἀγαμέμνων· ὁ μὲν ὑπʼ ὀργῆς εἰς ὕβριν προφερόμενος ὁ Ἀγαμέμνων, ὁ δὲ Ἀχιλλεύς προπηλακισθείς μηνιῶν· εἰκόνες παθῶν, νεότητος καὶ ἐξουσίας.

Ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν.