Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἐν ἀμφιβόλῳ ἐπικουρίᾳ τεταγμένον· ἀλλὰ πανταχοῦ καὶ ἐν ἅπαντι ἐξεταζόμενον, ἐν μὲν ἐκκλησίαις σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα·

οὐ περὶ Θεμιστοκλέους μόνον τοῦ μηκέτι ὄντος, οὐδʼ ἐν Ἀθηναίοις τοῖς τότε, οὐδʼ ὑπὲρ ἀριστέως τοῦ μηδαμοῦ, οὐδὲ κατὰ μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐδὲ κατὰ ὑβριστοῦ ὑβριστὴν ὄντα· ἀλλʼ ἀπηλλαγμένον τῶν παθῶν τούτων, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. Τοιτων,

οῦτος ἐξ ἀγαθῆς παλαίστρας ἀγωνιστὴς γίγνεται, λόγων μεστὸς ἀκολακεύτων, καὶ ἠσκημένων ὑγιῶς, καὶ δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλησιάζον πᾶν.

Εἰ δὲ καὶ ἡδονῆς πρὸς τὴν ἀγωγὴν ταύτην δεησόμεθα [*](2 συνεπαίροντος sq. ut somnium Aristeae animam or. 38. 3d vi. etiam or. 1. 8 c (de sermone philosophi) || 3 ὅσα . . παθήματα vi. or. 22. 5 i || 10 ἐν ἅπαντι ἐξεταζόμενον vi. quae de se ipse gloriatur or. 1. 7 d sq. cf. Dio Chrys. 1. 4; 71. 1 || 12 ἀγωνιστὴν vi. or. 1. 6 c et 10g etiam or. 34. 9 a sq) [*](2 αὐτῶ θ | τὴν (ante γῆν) om. N α (δ) || 5 μέθης] ἀμαθίας Markl. || 6 φιλοσόφων N α (δ) corr. Markl. | συνιστάμενον MN α (δ) Reiske. || 7 ἐκλελυμένον 〈τὴν ψυχὴν〉 οὐδʼ Combes || 8 ἐπίχρηστον RMN || 9 ἐπʼ ἀμφιβόλῳ Reiske || 13 παιδείᾳ (δειᾳ in ras.) R! 14 ἐπ Ἀθηναίοις Markl. || 15 τότε (ο in ras.) R! || 16 λέγοντα -μοιχὸν R! || 18 ἀδικημάτων (κη in ras.) R!)

305
καὶ τυράννου, δότω μοι τὶς ἡδονήν, οἵαν καὶ ἐπὶ σάλπιγγος ἁρμονίᾳ ἐν μέσοις τοῖς ὁπλίταις τεταγμένῃ, [*](110 a) καὶ ἐξορμώσῃ τὰς ψυχὰς τῷ | μέλει·

τοιαύτης δέομαι ἡδονῆς λόγου, ἣ φυλάξει μὲν αὐτοῦ τὸ μέγεθος, οὐ προσθήσει δὲ τὴν αἰσχύνην· τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἡ ἀρετὴ ὀπαδὸν αὐτῇ γίνεσθαι.