Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Βούλει τοίνυν, ἀφελὼν τὸ δίκαιον ἑκατέρου, τὸ ἄδικον προσθείς, οὕτω σκοπεῖν; Ἀλλὰ κἀνταῦθα ἐπʼ ἀμφοῖν ἡ κακία ἐπανισουμένη τὸν ἔπαινον ἐξ ἀμφοῖν ἀφαιρεῖ

Τῴ ἂν οὖν τις κρίναι τὸ λεγόμενον; βούλει σοι φράσω; καὶ δὴ λέγω.

Μαντεύεταί μοι ἡ ψυχή, κατὰ τοὺς Πλάτωνος λόγους, εἶναί τι ἀνθρώπων γένος, μήτε ἀρετῆς κομιδῇ ἐπήβολον, μήτʼ [*](25 μήτε ἀρετῆς . . ἐπήβολον, μήτʼ εἰς κακίαν . . ἐκκεκυλισ-) [*](3 θεασώμεθα (ασω in ras.) R! || 4 καὶ ἡ ἐν BH (Δ) καὶ ἐν cett. (δ) || 7 οὖν RH (Δ) om. cett. (δ) || 8 ξυνλήβδην MN || 9 τούτῳ (scil. τῷ γένει) Reiske | δικαίων (ιων in ras.) R! τὸ δικαίως Reiske || 11. 12 πολεμικόν (ικο in ras) R! || 14 ἐπὶ] ὑπὸ MN 18 ἀπʼ ἴσης εἰσὶν Hob. ἀπίησιν R (η in ras.) MN ἀπίασιν cett (δ Δ) 21 ἐπεξισουμένη α(θ) || 22 κρίνῃ α(δ))

291
εἰς κακίαν ἐσχάτην παντάπασιν ἐκκεκυλισμένον, βιοτεῦον [*](105b) | δὲ ἐν δόξαις ὀρθαῖς, τροφῇ καὶ παιδεύσει ὑπὸ νόμῳ σώφρονι πολιτευόμενον.

Τῦτο τοίνυν τῶν ἀνθρώπων τὸ γένος διελόντες δίχα, τὸ μὲν παραδόντες τῇ γῇ, τὸ δὲ εἰς τὰ ὅπλα ἀποπέμψαντες, ἅτε ἀμφίβολον ὂν καὶ ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας καθωρμισμένον, θεασώμεθα ὑπὸ τῶν ἐπιτηδευμάτων ἑκάτερον ὑπὸ ἑκατέρου, πότερον ἐφ ὁπότερον ἄγεται θᾶττον· θεασώμεθα δὲ οὑτωσί.

Μέγιστον ἀνθρώπῳ κακόν ἐπιθυμία.

Πότερον ἐπιθυμίας ἐργαστικώτερον, πόλεμος, ἢ γεωργία; Καὶ μὴν τὸ μὲν ἀκόρεστον, τὸ δὲ φειδωλόν· ἀκόρεστον μὲν ὁ πόλεμος, φείδωλον δὲ ἡ γεωργία.

Καὶ τὸ μὲν παντοδαπὸν ὁ πόλεμος, ἀπλοῦν ἡ γεωργία· καὶ τὸ μὲν ἄδηλον, τὸ δὲ ὡμολογημένον. Τί γὰρ ἂν εἴη ἀδηλότερον τῆς ἐν πολέμῳ τύχης; βέβαιος δὲ ὁ ἐν γῇ πόνος. Πόλεμος ὑπʼ εὐτυχίας μάλιστα θρασύνεται, ἡ δὲ γεωργία ὑπʼ εὐκαρπίας σωφρονίζεται.