Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Φαίνεται τοίνυν ὁ πόλεμος τοῖς μὲν δικαίοις ἀναγκαῖος ὤν, τοῖς δὲ ἀδίκοις ἑκούσιος.
Καὶ περὶ μὲν τῶν ἀδίκων τί χρὴ σκοπεῖν; οὐ γὰρ δέος, μή τις αὐτοῖς προσθῇ ἐπαίνου μοῖραν. ἐπεὶ δὲ οἱ δίκαιοι οὐβουλήσει πολεμοῦσιν, ἀλλὰ ἀνάγκῃ, σωφρονίζοντες τὸ ἄδικον πᾶν, ὥσπερ ὁ Ἡρακλῆς, ἢ ἐπιόντας ἀμυνόμενοι, ὡς τοὺς Μήδους οἱ Ἕλληνες, πότερα δέξοιντο ἂν οἱ [*](105a)αὐτοὶ | οὗτοι, ἀπηλλαγμένοι τῆς τοῦ πολεμεῖν ἀνάγκης, [*](ΜΑ΄) ἀφῃρῆσθαι καὶ τὴν ἐν ὅπλοις ἀρετήν, ἢ σὺν τῷ ἀβουλήτῳ τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἀρετῆς ἔχειν; ἐγὼ μὲν οἶμαι θάτερον, τὸ πρότερον.
Καὶ γὰρ οἱ ἰατροί, [*](1 τῶν ἀνθρώπων sq. similem ratiocinationem vi. or. 12 3d sq. || 8 τρία ταυτὶ συστήματα sq. vi. simil. or. 16. 5 a || 16. 17 σω- φρονίζοντες . . ὥσπερ ὁ Ἡρακλῆς vi. or. 19. 1 d Ἡρακλέους γὰρ sq. cf. ep. Socr. 12 ep. Diog. 29. 4 al. || 17 ἐπιόντας ἀμυνόμενοι sq. vi or. 11. 6 d) [*](2 ἆρα R φ ἄρα cett. (δ Δ) 2 3 οἱ-δίκαιοι R! 4 ἂν τοῦ R φ ἂν καὶ τοῦ cett. (δ Δ°) || 7 ναὶ (ante ἀσθενεῖς)] οἱ Markl. οἱ μὲν Duk. || 8 πλείονος MNα(δ) | ταυτὶ] ταῦτα nescio unde Dav 9 ἐγκεχειρίαν M ἐκκεχειρίαν α N (pr. man.) 11 ἄλοιν R! (pr. man.) || 16 ἀλλʼ α(δ Δ°) | ἀνάγκη 〈ἢ Markl. (Duebn.) | σωφρο- νίσοντες Markl. || 17 ἀμυνούμενοι Mdarkl. || 18 δέξαιντο nescio unde Δ || 19 ΜΑʹ in mge R! | τῆς in ras. R!)
Φέρε καὶ ἐπὶ γεωργίας θεασώμεθα, εἰ τοῦτον αὐτοῖς ἔχει τὸν τρόπον, ὅνπερ καὶ ἡ ἐν τῷ πολεμεῖν χειρουργία.
Ἅπτονται ἄνθρωποι γῆς, οἱ μὲν σὺν δίκῃ, οἱ δὲ ἄνευ δίκης· σύν δίκῃ μὲν κατὰ χρείαν καρποῦ, δίκης δὲ ἄνευ ἐπὶ χρηματισμῷ.