Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δέ τοι καὶ τοῦτο δέοι, καὶ αὐτοὶ ἀναβιβασόμεθα ἐκ τοῦ Ἑλικῶνος ποιητὴν ἄλλον οὐδὲν ἀδοξότερον τοῦ Ὁμήρου, μεμφόμενον τῷ νῦν γένει, [*](Arat. phaenom. v. 131/2)

  • οἳ πρῶτοι κακοεργὸν ἐτεκτήναντο μάχαιραν,
  • εἰνοδίην, πρῶτοι δέ, βοῶν ἐπάσαντο
  • ἀροτήΤὸ
  • γάρ τοι τὰ τοιαῦτα ἐπαινεῖν ἀνδρὸς ἂν εἴη δυσχερέστερον τῷ βίῳ τῆς τοῦ πολεμεῖν χρείας· ἧς κἂν ἀφέλῃς τὸ ἄδικον, ἐλεεινὸν αὐτῆς τὸ ἀναγκαῖον.

    [*](5 ἐπαμύνωμεν sq. ut or. 18. 6 a | ἐπείπερ sq. vi. simil. or. 32. 5 οὐ γὰρ πικρὸς sq. || 7 τάχα που φανεῖται ut or. 1. 10 g)[*](Codices RMNα(=Stephanus) φ (=Paccius); H(teste Davisio))[*](9 in mge (rubr. col.) δεῖ νῦν λόγῳ καὶ οὐχ ὅπλοις τοὺς ἄνδρας διακρίνειν M)[*](1 (et 3 in mge) ΚΔ (κδʹ) R! || 3 ὅτι — 4 λυσιτελέστεροι R add. λόγος ιδ α φ τοῦ αὐτοῦ ὅτι sq. MN || 6 (et 9) τανῦν Nα(δ Δ°) | γίγνη- ται nescio unde Δ || 6. 7 καὶ 〈τῶν〉 ὅπλων Nα(δ) || 11 εὐφωνότερος (νο in ras.) R! εὐφονώτερος M || 11. 12 δέ τι Nα(δ) δʼ ἔτι Steph. 15 ἐτεκτήναντο] ἐχαλκεύσαντο Aratus 16 ἐπάσαντʼ α(δ Δ) cum Arato || 18. 19 δυσχερέστερον (scil. τῷ βίῳ ἀνδρὸς) codd. δυσχε- ρεστέρου α(δ Δ) || 19 πολεμεῖν (ειν in ras.) R! )
    289

    Οὑτωσὶ δὲ θεασώμεθα. Τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοί εἰσιν.

    Πολεμοῦσιν δέ, ἆρα οἱ δίκαιοι τοῖς δικαίοις; οὐδαμῶς· ἴσοι γὰρ ταῖς γνώμαις

    ὄντες, τί ἂν τοῦ πολεμεῖν δέοιντο; Πολεμοῦσιν οὖν οἱ ἄδικοι ἢ τοῖς δικαίοις, ἢ τοῖς ὁμοίοις· ἄνισοι γὰρ καὶ πρὸς ἀλλήλους, καὶ πρὸς τοὺς δικαίους. Πολεμοῦσιν δὲ καὶ ἀσθενεῖς, ὀρεγόμενοι τοῦ ἴσου· οἱ δὲ ἰσχυροί, τοῦ πλέονος. Εἶεν.

    Τρία ταυτὶ συστήματα ἡμῖν πεφώρακεν ὁ λόγος· ὧν τὸ μὲν ἐκεχειρίαν ἀεὶ πρὸς ἑαυτὸ καὶ σπονδὰς ἄγει, τὸ δίκαιον· τοῖν δὲ ἄλλοιν πολεμεῖ ἑκάτερον, τὸ μὲν αὐτὸ αὐτῷ, τὸ δὲ τῷ δικαίῳ.

    Φαίνεται τοίνυν ὁ πόλεμος τοῖς μὲν δικαίοις ἀναγκαῖος ὤν, τοῖς δὲ ἀδίκοις ἑκούσιος.