Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*]((Thucyd. l 2. 3 et 5))

  • μάλιστα γὰρ τῆς γῆς,
  • φησὶν, ἡ ἀρίστη τὰς μεταβολὰς τῶν οἰκητόρων ἐλάμβανεν· τὴν γοῦν Ἀττικήν, διὰ τὸ λεπτόγεω εἶναι || ἀστασίαστον [*](Ed. Duebn. p.119) οὖσαν, ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀεί.

    Ἀκήκοας, πῶς πόλεμος γίνεται; Μὴ γεώργει, ἄνθρωπε· ἔα τὴν γῆν ἀκαλλώπιστον, αὐχμῶσαν· στάσιν κινεῖς, πόλεμον κινεῖς.

    [*](1. 2 πάντα μεστὰ ut supra § VI b vi. etiam or. 4. 5 a et quae ibi adnotavi ||6. 7 τοῦτο . . τὸ καλόν scil. ex hominum sententia i. e. vel προηγμένον ἀγαθὸν ut or. 40. 6 g vel φαινόμενον ut or 21. 4 f; 31. 2 a ἀγαθοῦ φαντασίᾳ sq. || 7 τοὺς πολέμους κινοῦν ut or. 7. 3 b)[*](8 in mge Θουκυδίδης (vet. schol. b))[*](4 ὠκυπόδεσιν MN || 6 δʼ ἐγώ Dav. δέ τῳ (recte?) δέ τῶ δὲ τὸ N α(δ Δ°) δέ τοι Markl. (Duebn.) δὲ (del. τῳ) Reiske (Duk.) et ita Meiser | τοῦτο RH τοιοῦτον cett. (δ Δ°) || 9 γὰρ] δὲ Thu- cydides || 11 ἀρίστη ἀεὶ τὰς α(δ Δ) cum Thucydide | ἐλάμβανεν] εἶχεν cum Thucydide || 12 λεπτόγεω R λεπτόγεων cett. (δ Δ°) cum Thucydide | εἶναι om. Thucydides)
    288
    [*](κδ΄)

    Ὅτι γεωργοὶ τῶν προπολεμούντων λυσιτελέστεροι.

    Ἐπαμύνωμεν τῷ δήμῳ τῶν γεωργῶν, ἐπείπερ λόγῳ τὰ νῦν γίγνεται ἡ δίαιτα, καὶ οὐχ ὅπλοις· εἰ δὲ καὶ ὅπλων δέοι, τάχα που φανεῖται καὶ ὁ | γεωργὸς οὐδὲν [*](104b) τοῦ ὁπλίτου ἀσθενέστερος.

    Ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεψόμεθα· λόγῳ δὲ δὴ τὰ νῦν, καὶ οὐχ ὅπλοις, κριτέον τοὺς ἄνδρας· καὶ οὐκ εὐλαβητέον οὔτε Ὅμηρον μαρτυροῦντα, οὔτε ὅστις Ὁμήρου εὐφωνότερος.

    Εἰ δέ τοι καὶ τοῦτο δέοι, καὶ αὐτοὶ ἀναβιβασόμεθα ἐκ τοῦ Ἑλικῶνος ποιητὴν ἄλλον οὐδὲν ἀδοξότερον τοῦ Ὁμήρου, μεμφόμενον τῷ νῦν γένει, [*](Arat. phaenom. v. 131/2)

  • οἳ πρῶτοι κακοεργὸν ἐτεκτήναντο μάχαιραν,
  • εἰνοδίην, πρῶτοι δέ, βοῶν ἐπάσαντο
  • ἀροτήΤὸ