Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ καὶ τοὺς περὶ θεῶν μύθους παραδεκτέον, οὐ γεωργὸς ὁ Ζεύς, οὐδὲ Ἀθηνᾶ, οὐδὲ ὁ Ἀπόλλων, οὐδὲ ὁ Ἐνυάλιος, οἵπερ βασιλεύτατοι τῶν θεῶν. Ἀλλʼ ὀψὲ μὲν Δημήτηρ γεωργεῖ μετὰ πολλὴν πλάνην, ὀψὲ δὲ Διόνυσος μετὰ τὸν Κάδμον καὶ τὸν Πενθέα, ὀψὲ [*](6. 7 Ἀσσύριοι sq. vi. or. 24. 7 c || 12. 13 βοῦς ἀροῖ sq. vi. or 31. 3 b cf. Cicer. nat. deor. lI 14. 37 acad lI 38. 120 Plut. sol. anim. 5 Orig. c. Cele. 215 || 13 ἐὰν δὲ μεταθῇς τὰ ἔργα vi. simil. or. 29. 7 h vers. finem al.) [*](1 μενούσης — 2 λήϊα n || 14 τὰ δειλὰ — 17 ἀγρευτικά n) [*](2 γῆ μένει· 〈μένει〉 τὰ Reiske || 10 ἐπὶ (ι in ras.) R! 12 ἔγγης codd. (sine acc. R! ἐγγὺς N) praeter H corr. Salmasius ἀνάγκης Markl. || 14 ποιηφάγα (γα in ras.) R! ποηφάγα n 17 δὲ καὶ ἀγρευτικά nescio unde Dav. δὲ 〈τὰ ἰσχυρὰ〉 καὶ ἀγρευτικά Markl. || 19 οὐδʼ ἡ Ἀθηνᾶ Dav.² (Duk.))

284
ὁ Τριπτόλεμος μετὰ τὸν Ἐριχθόνιον καὶ τὸν Κέκροπα.

Εἰ δὲ καὶ τῆς Κρόνου ἀρχῆς ἐπελαβόμεθα, τίς ἂν ἡμῖν γεωργίας λόγος; Ἀλλʼ οὐδὲ νῦν δεῖ γεωργίας· οὐ γὰρ ἐξέκαμεν ἡ γῆ τούς καρπούς αὐτομάτους φέρουσα· φέρει μὲν τροφήν, φηγοὺς καὶ ὄγχνας· φέρει δὲ ποτὸν αὐτοφυές, Νεῖλον καὶ Ἴστρον καὶ Ἀχελωὸν καὶ Μδαίανδρον, καὶ ἄλλους κρατῆρας ἀενάους ναμάτων καθαρῶν καὶ νηφαλίων γεωργίας.

Ταῦτα οὐ πρεσβύτης Ἰκάριος, οὐδὲ Βοιώτιος ἀνήρ, ἢ Θετταλικός· ἀλλʼ ἥλιος αὐτὸς καὶ σελήνη θάλπουσα, καὶ ὄμβροι τρέφοντες, καὶ ἄνεμοι διαπνέοντες, καὶ ὧραι ἀμείβουσαι, καὶ γῆ βλαστάνουσα· οὗτοι γεωργοὶ ἀθάνατοι ἐγκάρπων, | σιτίων καὶ δένδρων, καὶ μηδὲν ἀνθρωπίνης

[*](103b)