Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

πείθεται τῷ θεῷ; Εἰ δὲ ἐγεώργουν Λακεδαιμόνιοι, τίς ἂν ὑπὲρ αὐτῶν Λεωνίδας ἐν Θερμοπύλαις παρετάξατο; τίς ἂν Ὀθρυάδας ἐν Θυρεᾷ ἠρίστευεν; Ἀλλʼ οὐδὲ Βρασίδας γεωργὸς ἦν, οὐδʼ ὁ Γύλιππος ἐκ ληΐου ὁρμηθεὶς Συρακοσίους ἔσωζεν, οὐδὲ Ἀγησίλαος ἐξ ἀμπέλων ὁρμηθεὶς Τισσαφέρνους ἐκράτει, καὶ τὴν βασιλέως γῆν ἕτεμνεν, καὶ Ἴωνας καὶ Ἑλλήσποντον ἐλευθέρου· οὐκ ἀπὸ σμινύης ὁ Καλλικρατίδας, οὐκ ἀπὸ σκαπάνης ὁ Λύσανδρος, οὐκ ἀπὸ ἀρότρου ὁ Δερκυλλίδας.

Θητικὰ [*](102 b)ταῦτα, εἰλωτικά· ταῦτα ὑπὸ ἀσπίδων σώ ζεται, τούτων δόρατα ὑπερμαχεῖ, ταῦτα δουλεύει τοῖς κρατοῦσιν.

Αὕτη ἡ ἐν ὅπλοις ἀρετὴ καὶ τὴν Ἀθηναίων γῆν ἔτεμνεν, καὶ τὴν Ἀργείων ἐδῄου, καὶ Μεσσηνίους ἐλάμβανεν· ἐπεὶ δʼ ἐξέκαμεν αὕτη τοῖς Σπαρτιάταις, τὰ μὲν ὅπλα ἀπέθεντο, ἐγένοντο δὲ ἐξ ἐλευθέρων γεωργοί.

[*](6 Ὀθρυάδας cf. Lucian. Char. 24 Stob. flor. 7 67 al. Λεω- νίδας . . Ὀθρυάδας . . Καλλικρατίδας vi. or. 32. 10 h)[*](8 οὐδὲ — 12 Δερκυλλίδας p (om. tamen 9 καὶ τὴν — 10 ἐλευθέρου))[*](1 αἰχμῇ 〈ᾖ〉 καὶ Markl. | τεταγμένον 〈αὐτῷ ἦν〉 ὑπὸ Duk. 2 προμαχεῖ Reiske prob. Meiser || 3 σώζει Reiske prob. Meiser συναγνωνίζεσθαι α(δ Δ°) corr. Reiske || 3. 4 καὶ πείθεσθαι α(δ Δ°) corr. Reiske καὶ πείθηται Markl. καταπείθεται Dav. || 6 Θυρέᾳ α(δ Δ) ἠρίστευσεν Ϛ(δ Δ) | οὐδὲ] οὐδ᾿ ὁ MN α(δ) 6. 7 Βρασίδας 〈 Βρασίδας ἂν ἦν, εἰ〉 γεωργὸς Reske || 7 οὐδʼ ὁ] οὐδὲ Dav. || 8 οὐδὲ] οὐκ p || 9 ἐκράτει 〈οὐδʼ ὁ Γύλιππος ἐκ ληΐου〉 καὶ p || 10 ἠλευ- θέρου α(δ Δ) || 12 Κερκυλλίδας MN || 13 εἱλωτικά α(δ Δ) || 15 αὐτὴ Ϛ(δ Δ°) corr. Markl. 16 τῶν (pro τὴν) Ἀργείων M τὴν τῶν Ἀργείων α(δ) | Μεσσηνίους (νίους in ras.) R! || 17 Σπαρτιάταις, τὰ (ς τὰ in ras.) R! || 18 γεωργοί (ω in ras.) R!)
282

Ἐλεύθεροι Κρῆτες. Πότε: Ὅτε ὅπλα εἶχον, ὅτε ἐτόξευον, ὅτε ἐθήρων. Δοῦλοι, πότε; Ὅτε καὶ γεωργοί·

[*](Ed. Duebn. p.117)

Ἐλεύθεροι Ἀθηναῖοι. Πότε; Ὅτε Καδμείοις ἐπολέμουν, ὅτε καὶ Ἴωνας ἐξέπεμπον, ὅτε καὶ Ἡρακλείδας ὑπεδέχοντο, ὅτε Πελασγούς ἐξέβαλλον.