Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὁ τοίνυν Λυκοῦργος οὗτος, ὃν ὁ θεὸς εἰκάζει θεῷ, τιθεὶς τῇ Σπάρτῃ νόμους, συμβουλευσάμενος τῷ Ἀπόλωνι, ποῖόν τι πολιτείας ἦθος καταστήσαιτο τοῖς αὐτοῦ θρέμμασιν, ἆρα γεωργικόν, καὶ ταμιευτικόν, ταπεινὸν καὶ γλίσχρον, καὶ ἐργαστικὸν τὰ σμικρὰ ταῦτα· ἢ ταῦτα μὲν οἱ εἴλωτες αὐτῷ ἔχουσιν καὶ ὁ ἀνδραποδώδης ὅμιλος καὶ οἱ περίοικοι Δακεδαιμονίων, τὸ δὲ καθαρῶς Σπαρτιατικόν, ἄφετον ἐκ γῆς ὂν καὶ ὄρθριον, καὶ πρὸς ἐλευθερίαν τετραμμένον, μαστιγούμενον καὶ τυπτόμενον, καὶ ἐν θήραις καὶ ὀρειβασίαις καὶ ἄλλοις παντοδαποῖς πόνοις παιδευόμενον, ἐπειδὰν ἱκανῶς τοῦ [*](12 συμβουλευσάμενος τῷ Ἀπόλλωνι ut Diogenes or. 36. 5 b || 19 μαστιγούμενον sq. vi. or. 19. 5 e; 32. 10 b μάστιγες αὗται sq. || 20 ἐν θήραις καὶ ὀρειβασίαις vi. or. 17 2 b; 28. 1 c; 32. 10 b) [*](4 προσφερομένῳ ϛ(θ) corr. Dav def. Markl. || 7 ὃς σοῦ (ironice) Hob. ὅσου RM οὐ σοῦ N α(δ Δ) ὅς (tamquam per ditto- graphiam intrusum) del. Schenkl || 10 μαντεύσομαι α(δ Δ) cum Herodoto | ἢ ἄνθρωπον] ἠὲ καὶ ἄνδρα Duk. || 13 κατεστήσατο Markl. Reiskc (Duk.) || 16 μὲν 〈ἀφῆκεν ἵνα〉 οἱ Duk. | εἵλωτες α(δ Δ) | ἔχωσι α(δ Δ) || 18 ἔγγησον codd (sine acc. R) corr. Sal- masius (Epist. ad P. Putean. ΙIl 1614) ἐνοχῆς Scaliger Heins. ἐκ γῆς H unde ἀνάγκης Markl. ἐκ γενετῆς Reiske | ὄρθιον α(δ Δ) sed vi. ad p. 219. 17 || 19 τεθραμμένον φ α(δ Δ))

281
καρτερεῖν ἔχῃ, ἐπὶ αἰχμῇ καὶ ἀσπίδι τεταγμένον, ὑπὸ στρατηγῷ τῷ νόμῳ προμαχεῖν τῆς ἐλευθερίας, καὶ τὴν Σπάρτην σώζειν, καὶ τῷ Λυκούργῳ συναγωνίζεται, καὶ

πείθεται τῷ θεῷ; Εἰ δὲ ἐγεώργουν Λακεδαιμόνιοι, τίς ἂν ὑπὲρ αὐτῶν Λεωνίδας ἐν Θερμοπύλαις παρετάξατο; τίς ἂν Ὀθρυάδας ἐν Θυρεᾷ ἠρίστευεν; Ἀλλʼ οὐδὲ Βρασίδας γεωργὸς ἦν, οὐδʼ ὁ Γύλιππος ἐκ ληΐου ὁρμηθεὶς Συρακοσίους ἔσωζεν, οὐδὲ Ἀγησίλαος ἐξ ἀμπέλων ὁρμηθεὶς Τισσαφέρνους ἐκράτει, καὶ τὴν βασιλέως γῆν ἕτεμνεν, καὶ Ἴωνας καὶ Ἑλλήσποντον ἐλευθέρου· οὐκ ἀπὸ σμινύης ὁ Καλλικρατίδας, οὐκ ἀπὸ σκαπάνης ὁ Λύσανδρος, οὐκ ἀπὸ ἀρότρου ὁ Δερκυλλίδας.

Θητικὰ [*](102 b)ταῦτα, εἰλωτικά· ταῦτα ὑπὸ ἀσπίδων σώ ζεται, τούτων δόρατα ὑπερμαχεῖ, ταῦτα δουλεύει τοῖς κρατοῦσιν.

Αὕτη ἡ ἐν ὅπλοις ἀρετὴ καὶ τὴν Ἀθηναίων γῆν ἔτεμνεν, καὶ τὴν Ἀργείων ἐδῄου, καὶ Μεσσηνίους ἐλάμβανεν· ἐπεὶ δʼ ἐξέκαμεν αὕτη τοῖς Σπαρτιάταις, τὰ μὲν ὅπλα ἀπέθεντο, ἐγένοντο δὲ ἐξ ἐλευθέρων γεωργοί.

[*](6 Ὀθρυάδας cf. Lucian. Char. 24 Stob. flor. 7 67 al. Λεω- νίδας . . Ὀθρυάδας . . Καλλικρατίδας vi. or. 32. 10 h)[*](8 οὐδὲ — 12 Δερκυλλίδας p (om. tamen 9 καὶ τὴν — 10 ἐλευθέρου))[*](1 αἰχμῇ 〈ᾖ〉 καὶ Markl. | τεταγμένον 〈αὐτῷ ἦν〉 ὑπὸ Duk. 2 προμαχεῖ Reiske prob. Meiser || 3 σώζει Reiske prob. Meiser συναγνωνίζεσθαι α(δ Δ°) corr. Reiske || 3. 4 καὶ πείθεσθαι α(δ Δ°) corr. Reiske καὶ πείθηται Markl. καταπείθεται Dav. || 6 Θυρέᾳ α(δ Δ) ἠρίστευσεν Ϛ(δ Δ) | οὐδὲ] οὐδ᾿ ὁ MN α(δ) 6. 7 Βρασίδας 〈 Βρασίδας ἂν ἦν, εἰ〉 γεωργὸς Reske || 7 οὐδʼ ὁ] οὐδὲ Dav. || 8 οὐδὲ] οὐκ p || 9 ἐκράτει 〈οὐδʼ ὁ Γύλιππος ἐκ ληΐου〉 καὶ p || 10 ἠλευ- θέρου α(δ Δ) || 12 Κερκυλλίδας MN || 13 εἱλωτικά α(δ Δ) || 15 αὐτὴ Ϛ(δ Δ°) corr. Markl. 16 τῶν (pro τὴν) Ἀργείων M τὴν τῶν Ἀργείων α(δ) | Μεσσηνίους (νίους in ras.) R! || 17 Σπαρτιάταις, τὰ (ς τὰ in ras.) R! || 18 γεωργοί (ω in ras.) R!)
282

Ἐλεύθεροι Κρῆτες. Πότε: Ὅτε ὅπλα εἶχον, ὅτε ἐτόξευον, ὅτε ἐθήρων. Δοῦλοι, πότε; Ὅτε καὶ γεωργοί·

[*](Ed. Duebn. p.117)

Ἐλεύθεροι Ἀθηναῖοι. Πότε; Ὅτε Καδμείοις ἐπολέμουν, ὅτε καὶ Ἴωνας ἐξέπεμπον, ὅτε καὶ Ἡρακλείδας ὑπεδέχοντο, ὅτε Πελασγούς ἐξέβαλλον.

Δοῦλοι, πότε; Ὅτε Πεισιστρατίδαι τὸν δῆμον ἐξοπλίσαντες γεωργεῖν ἠνάγκαζον. Αὖθις δὲ ἐπελθόντος αὐτοῖς στόλου Μηδικοῦ, τῆς μὲν γῆς ἐπελάθοντο, ἐπὶ δὲ τὰ ὅπλα ἔδραμον, καὶ μετʼ αὐτῶν τὴν ἐλευθερίαν ἀνελάμβανον.

Οὐ γεωργῶν Κυναίγειρος τὰς Ἀθήνας ἠλευθέρου, οὐκ ἐν ἀμήτῳ Καλλίμαχος τούς Μήδους ἐξέβαλλεν, οὐκ ἐν γεωργοῖς ἐστρατήγει Μιλτιάδης. Ὁπλιτῶν τὰ ἔργα, μαχομένων τὸ κράτος, νικώντων ἡ ἐλευθερία.

Ἐπεὶ δὲ καὶ τῆς θαλάττης ἔδει, χαίρειν τῇ γῇ φράσαντες, καὶ παραδόντες πυρὶ τὴν ἐκεῖ ἑστίαν, καὶ μόνα ὑπολειπόμενοι τὰ ὅπλα, εἰς τὰς τριήρεις μετῳκίσθησαν. Ἔπλεεν πόλις Ἀττικὴ καὶ ἠπειρώτης δῆμος, καὶ πλέων ὁμοῦ ἐναυμάχει, καὶ ναυμαχῶν ἐκράτει, καὶ κρατῶν εἶχεν καὶ τὴν γῆν, καὶ τὴν θάλατταν.

Ἐπαινῶ καὶ Περικλέα τῆς στρατηγίας, ὃς ἀμελήσας τῶν γεωργῶν, καὶ ὁρῶν τεμνομένας τὰς Ἀχάρνας, ἐφύλαττεν τὰς [*](7. 8 στόλου Μηδικοῦ vi. or. 13. 1 a et or. 24. 6 e οἳ καὶ γεωρ- γοῦντες sq. vi. etiam ad p. 276. 3. 4 || 10 Κυναίγειρος vi. or. 34. 9 g cf. Lucian lup trag. 32 Plut. glor. Athen. 3) [*](14 χαίρειν — 17 δῆμος p (om. tamen. 15 καὶ παραδόντες — 16 ὅπλα)) [*](7 ἐπελθόντος] ὑπελθόντος α(δ) corr. Markl. || 8 ἐπὶ τὰ nescio unde Dav. || 10 Κυνέγειρος φ | ἐλευθέρου Δ || 11 ἐξέβαλεν R! (pr man.) M || 12 Μιλτιάδης (λτι in ras.) R! 14 καὶ τῆς] κρατεῖν Knebel | θαλάττης (λατ in ras.) R! || 15. 16 ὑπολιπόμενοι α(δ Δ) ἐπιφερόμενοι Reiske ἐπιλαβόμενοι Heins. || 21 ὁρῶν] παρορῶν (vel περιορῶν) Markl.)

283
Αθήνας ἐλευθέρας· μενούσης γὰρ τῆς ἐλευθερίας, ἡ γῆ μένει, τὰ φυτὰ μένει, τὰ λήϊα.