Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Μεστὰ δὲ αὐτῷ τὰ ἔπη ἀσπίδων μεγάλων, καὶ κορύθων φαεινῶν, καὶ δοράτων μακρῶν, καὶ ἀρμάτων καλῶν, καὶ ἵππων θεόντων, καὶ ἀγαθῶν κτεινόντων, καὶ δειλῶν κτεινομένων.

Τὸν μὲν γὰρ Ἀγαμέμνονα αὐτὸν τὸν τῶν Πανελλήνων βασιλέα οὐκ ἔσχεν ἑτέρως ἐπαινέσαι, ἢ τὸν αἰχμητὴν προσθεὶς τῷ βασιλεῖ, ὡς μόνον δὴ τοῦτο ἔργων ἀρχικώτατον· καὶ φησίν, ὅτι ἦν ὁ Ἀγαμέμνων ἀμφότε ρον, βασιλεὺς καὶ αἰχμητὴς [*](Ed. Duebn. p.116) ἀγαθός.

Ἐπεὶ καὶ ὁ Μενέλαος βασιλεὺς μὲν ἦν, οὐχ ἧττον ἢ ὁ Ἀγαμέμνων, μαλθακὸς δὲ αἰχμήν, καὶ διὰ τοῦτο ὀλίγον αὐτῷ μετέδωκε ποιητικῆς εὐφημίας Ὅμηρος.

Ὅ γε μὴν Ἀγαμέμνων οὗτος, τί ἦν ἂν ἐπικλεέστερος τῶν ἄλλων, εἰ κατὰ τὸ Αργος μένων, γῆν ἀγαθὴν ἔχων, γεωργῶν τὴν γῆν, ἀπέφηνεν αὐτὴν εὐκαρπωτέραν

τῆς Αἰγυπτίας; Τοῦ μὲν γὰρ Ὀδυσσέως ἀκούεις αὐτοῦ σεμνολογουμένου περὶ τῆς Ἰθάκης· [*]((ι 27)) τρηχεῖα, ἀλλʼ ἀγαθὴ κουροτρόφος, φησίν. Οἶδεν γάρ που, ἅτε σοφὸς ὤν, ὅσον διαφέρει [*](1. 2 Ἀχιλλεὺς διώκων Αἴας . . . Τεῦκρος τοξεύων = or. 7. 6 b vi. etiam or. 18. 5 c ὅτι ὁ Ζεὺς sq. || 11. 12 ἀμφότερον, βασιλεὺς καὶ αἰχμητὴς ἀγαθός cf. Xenoph. comm. lII 2. 2 conv. IV 6 Dio Chrys. lI 39. 54 Aetius (Diels 501) Themist. 13. 176 c || 21 ἅτε σοφὸς ὢν vi. or. 22. 5 g cf. schol. ad Hom. α 1; ε 211 al.) [*](3 in mge τὰ ἀριστευτι | κά (schol. recentiss.) R! ||15 in mge ἐπικλεέστερος (vet. schol. b) R!) [*](3 εἴ ( pro ἤ) τις M || 10 δὴ] δὲ | ἔργον Ϛ(δ Δ°) || 11 ὁ (ante Ἀγαμέμνων) om. MNα(δ Δ°) || 17 τὴν γῆν tamquam „duplicem lectionem duplicatae editionis“ del. Markl. || 17. 18 εὐκαρπο- τέραν α(δ Δ) || 20 τρηχεῖʼ α(δ Δ) cum Homero)

280
ὁ τῆς ἀνδρείας καρπὸς οὗτος πυρῶν καὶ κριθῶν, καὶ εἴ τις ἄλλη ὑποτροφὴ γῆς.

Ὅμηρον ἐῶ· τάχα γὰρ καὶ δυσχεράναις ἂν τῷ λόγῳ προφερομένῳ σοι μάρτυρα φιλοπό|λεμον.