Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Κἂν ἀπορῇς ἀνδρῶν, ἐπὶ τοὺς θεοὺς ἴθι. Ἔρου μὴ περὶ γῆς δῃουμένης, μήτε περὶ θαλάττης λῃστευομένης, μηδὲ περὶ τειχῶν πολιορκουμένων, μηδὲ περὶ σωμάτων φθειρομένων· σμικρὰ ταῦτα, ἐφήμερα ταῦτα.
Τμηθήσεται λήϊον, κἂν Πελοποννήσιοι ἀπόσχωνται· λῃστευθήσεται θάλαττα, κἂν Ἀθηναῖοι [*](Ed. Duebn. p.115)μὴ ναυμαχῶσιν· || καταβαλεῖ τὰ τείχη, καὶ εἰ μὴ Φίλιππος, ἀλλʼ ὁ χρόνος· φθαρήσεται τὰ σώματα, κἂν | [*](101a) ἀπέλθῃ ὁ λοιμός· [*]((Ι 408/9))
Οὐ γὰρ ἐπὶ λοιμὸν παρακαλεῖς τὸν θεόν, οὐδὲ ἐπὶ τοξείαν ὀϊστῶν θανατηφόρων, οὐδὲ ἐπὶ φθορὰν κυνῶν καὶ ἀνδρῶν καὶ ὁρέων· οὐ γὰρ ταῦτα ἔργα μουσικοῦ θεοῦ, καὶ σοφοῦ καὶ μαντικοῦ.
Ὅμηρος δὲ αὐτῷ προσέθηκεν τὴν φήμην, αἰνιττόμενος τὴν ἡλίου ἀκτῖνα διʼ ἀέρος χωροῦσαν ὀϊστοῦ θᾶττον, ἀκρατοτέραν τῆς τῶν σωμάτων συμμετρίας.
Ἐμοὶ δὲ ᾀθέτω εἴτε καὶ Ὅμηρος, εἴτε Ἡσίοδος, εἴτε τις ἄλλος ποιητὴς δαιμόνιος, θεὸν Παιᾶνα ψυχῆς παθημάτων· ἄξια ταῦτα τοῦ Ἀπόλλωνος, ἄξια τοῦ Διός.
[*](4 κλῦθι, ὦ Ἄπολλον καὶ Ζεῦ vi. or. 41. 3 c etiam or. 11. 6 c et e; cf. etiam Lucian d. mort. 20. 3 || 5 ψυχῆς νοσούσης sq. v. or. 7. 7 b 28. 2 i || 6 εἴ ποτέ sq. vi. or. 5 7 h || 13 τὴν ἡλίου ἀκτῖνα sq. vi. or. 4. 8 h et quae ibi adnotavi || 16 Ὅμηρος . . Ἡσίοδος ut or. 4. 3 b || 17 θεὸν Παιᾶνα sq. scil. θάνατον vi. or. 7. 5 f εἰ δὲ ἡγεῖ sq.)[*](16 in mge ὅμηρος | ἡσίοδος (schol. recent.) R!)[*](2 εὔξαι || 3 κλῦθι — ἀμφιβέβηκας om. MNφα(δ) | ἀργυρότοξε RH et ita Dav. ἀργυρότοξʼ Duebn. Homerus || 6 ἔρεψα (ψ in ras.) R! || 7 〈ἢ〉 εἰ α(δ Δ) cum Homero || 11 ὀρέων Markl. (Δ) ὀρνέων codd. (eodem erroris genere quo p 276. 12 λήϊνον RN) || 13 φήμην (μην in ras. ex μιν) R! || 14 ὁϊ ÷ σιοῦ R! | ἀκρατωτέραν nescio unde Δ κραταιοτέραν (vel ἀκμαιοτέραν) Markl. || 15 ᾀδέτω (ἀδ in ras.) R!)Τίνες λυσιτελέστεροι πόλει, οἱ προπολεμοῦντες, ἢ οἱ γεωργοῦντες. Ὅτι οἱ προπολεμοῦντες.
Ἔχεις εἰπεῖν, τίνας ὀνομάζει Ὅμηρος ἐν τοῖς ἔπεσιν διογενεῖς, καὶ θεοῖς εἰκέλους, καὶ λαῶν ποιμένας, καὶ ἄλλα ὅσα ποιητὴν εἰκὸς ἀποσεμνύνοντα τοῖς ὀνόμασιν
ἀρετὴν ἀνδρός; ἆρα τοὺς ἐπὶ σκαπάνῃ καὶ αὔλακι πρὸς τῇ γῇ διαπονουμένους, δεινοὺς ἀροῦν, ἀγαθοὺς φυτεύειν,