Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀνέκειντο τοῖς Πέρσαις αἱ βουλαὶ εἰς τὰς εὐωχίας, ὥσπερ τοῖς Ἀθηναίοις εἰς τὰς ἐκκλησίας, καὶ σπουδαστικώτερον ἦν συμπόσιον Περσικὸν ἐκκλησίας Ἀττικῆς·

ἐκεῖ μὲν γὰρ νόμος κολάζων τὴν μέθην ἐπήγειρεν αὐτῶν τὰς ἀρετὰς τῇ εὐωχίᾳ, καθάπερ ἔλαιον πῦρ, ἐπιχέων τῇ ψυχῇ συμμέτρως, μὴ τελείως σβεννὺς αὐτῆς τὸ φιλότιμον, μήτε ἐξάπτων τῆς χρείας περαιτέρω·

ἐνταῦθα δὲ οἱ νήφοντες οὗτοι δημαγωγοί, μηδενὸς αὐτοῖς ἐφεστῶτος νόμου κολάζοντος τὴν ἐξουσίαν τῶν λόγων, ἐξωρχοῦντο ἐν ταῖς ἐκκλησίαις πάσης μέθης ἀκολαστότερον.

Τὰ μὲν οὖν τῶν Περσῶν καὶ τὰ Ἀττικὰ ἐῶμεν, ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὰ ἡμέτερα.

Λόγοις τοιγαροῦν [*](3. 4 τὸν Περσικὸν νόμον sq. cf. Plut. quaest conv. VII 9 ὡς Περσικὸν πρᾶγμα ποιοῦμεν βουλευόμενοι παῤ οἶνον sq. || 9, 10 καθάπερ ἔλαιον πῦρ cf. Xenoph. conv. lI 24 ὥσπερ ἔλαιον φλόγα ἐγείρει de eadem re) [*](15 πάσης — p. 275. 4 διὰ τὴν om. M deficiente uno folio) [*](7 in mge σημείωσαι | τὸν ἐν ταῖς βου | λαῖς περσικὸν | νόμον (schol. vet. b)) [*](1 παίοντες (αιον in ras.) R! || 2 μιμούμενοι ÷ τραύματα R! M unde (signo ÷ pro τὰ habito ?) μιμούμενοι τὰ τραύματα α(δ Δ°) μιμούμενοι τὰ ἀληθῆ τραύματα Reiske || 3 συμποτικά (μ in ras.) R! || 4 Πέρσαις MN || 6. 7 ἐκκλησίας — 7 Περσικὸν om. MN φα(δ) || 9 εὐωχίᾳ (ιᾳ in ras ex ιας) R! || 10 πυρὶ H et ita Heins. | μὴ] μήτε Meiser || 11 σβεννὺς (σβ in ras.) R! || 12. 13 δημαγωγοί μηδενὸς R! || 14 ἐξορχοῦνται φα(δ) ἐξορχοῦνται τὰ Reiske || 17 λόγοισοιγαροῦν R!)

272
εὐωχητέον τὰς ἀγαθὰς ψυχάς, καὶ οὐ | δικανικοῖς [*](99b) λόγοις, φησὶν ὁ λόγος.

Τίσιν μὴν ἄρα; Οἳ τὰς ψυχὰς ἐπὶ τὸν πρόσθεν χρόνον ἀναβιβασάμενοι παρέχουσιν αὐταῖς τὴν θέαν τῶν γενομένων πάλαι.

Προσηνὲς γὰρ ἡ ἱστορία καὶ τὸ μηδὲν καμόντα πανταχοῦ περιπολεῖν, πάντα μὲν χωρία ἐποπτεύοντα, πᾶσιν δὲ πολέμοις ἐκ τοῦ ἀσφαλοῦς παραγιγνόμενον, μῆκος δὲ ἀμήχανον χρόνου ἐν βραχεῖ ἀναλεγόμενον, πλῆθος δὲ ἄπειρον πραγμάτων ἐν ὀλίγῳ μανθάνοντα, τὰ Ἀσσύρια, τὰ Αἰγύπτια, τὰ Περσικά, τὰ Μηδικά, τὰ Ἑλληνικά·

νῦν μὲν πολεμοῦσιν ἐν γῇ παραγινόμενον, νῦν δὲ ἐν θαλάττῃ ναυμαχοῦσιν, νῦν δὲ ἐν ἐκκλησίαις βουλευομένοις· μετὰ Θεμιστοκλέους ναυμαχοῦντα, μετὰ Λεωνίδου ταττόμενον, καὶ μετὰ Ἀγησιλάου διαβαίνοντα, καὶ μετὰ Ξενοφῶντος σωζόμενον·