Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν ὁ μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς· ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ ἐνοδμή, κιβδηλότατον ἐν ἡδονῇ χρῆμα, καὶ ἐν τροφῇ ἀσθενέστατον.

Εὐωχητέον οὖν τὰς ἀκοάς, τρέφοντας ὁμοῦ, τὰς μὲν ὀδμὰς ταύτας τὰς ἐκ τῶν μελῶν παραπεμπομένους, τὰ δὲ ἐκ λόγων σιτία προσάγοντας αὐταῖς.

Ἐπεὶ τοίνυν λόγῳ, καὶ οὐκ ἄλλῴ τῳ, χαίρειν εἰκὸς δαιτυμόνας δεξιούς τινας, καὶ λόγους αὐτοῖς παραθήσομεν φέροντες ἄρα, οἳ μὲν μιμοῦνται τὰς ἐν δικαστηρίοις ἔριδας καὶ φιλονεικίας, ἐπιτεχνήσεις καὶ [*](3 ἀγαπῶ sq simil. vi or. 1. 2 a; 12. 1 d || 21 ἔριδας καὶ φι- λονικίας scil. σοφιστῶν vi. or. 26. 2 g; 1 8 a etiam or. 30. 1 d) [*](1 ὀμάδῳ R!M ὁμάδῳ cett. (δΔ) | δεῖν Markl. || 2 ἁρμονίᾳ (ᾳ in ras.) R! ||4 ἐκ] τῶν α(δ) || 7 δέδια α(δΔ) || 8 ἔχειν MN || 9 ὑπὸ τῆς τέχνης MNα(δ Δ°) || 10 συντελεῖν MN συντελῇ α(δΔ) || 13 14 καὶ ἐν ὀδμὴ MN καὶ ὀδμὴ φα(θ) καὶ εὐοδμὴ κᾂν εὔοδμος Dav.2 κᾂν εὐοδμῇ Markl. (Duebn.) καὶ εὐοδμία Meiser καὶ ἡ ἡδίστη Reiske 14 ἐν 〈ἡδονῇ〉 χρῆμα Hob. εν χρῆμα R ἐστι χρῆμα cett. (δΔ) ἐν del. Scbenkl || 15 ἀσθενέστατον //////// εὐωχητέον R || 16 ὁμοῦ τὰς μὲν] οὐ μὲν οὖν τὰς Duk. || 16. 17 παραπεμπομένας M (pr man.) α(δ) corr. Scaliger Heins οὐ (vel μὴ) παραπεμπομένους Reiske || 19 δεξιούς, τίνας φ α(δ Δ || 20 ἆρα Markl. (Duebn.) ἅμα Duk. | οἷ μὲν R! ο (del. μὲν) Markl. (Duebn.) 21 〈καὶ〉 ἐπι- τεχνήσεις Schottus ἐπιτεχνήτους Reiske)

270
μάχας, κρατύνοντες μὲν τὰ ἄδικα, ἐπικοσμοῦντες δὲ τὰ αἰσχρά, κιβδηλεύοντες τἀληθῆ, ὑγιὲς δὲ οὐδέν, οὐδὲ ἄδολον, οὐδὲ ἐν τῷ τῆς φύσεως ἐπιχωρίῳ μένειν ἐῶντες, ἀλλʼ αὐτὸ ἐκεῖνο, οἷόν περ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οἳ σώματα παραλαβόντες ἀπλᾶ ὑφʼ ἡλίῳ καθαρῷ καὶ ἀέρι ἐλευθέρῳ τεθραμμένα, σκιατροφοῦντες ταῦτα καὶ λεαίνοντες, λυμαίνονται αὐτῶν τὴν | ἀπʼ [*](99a) ἀρχῆς δημιουργίαν, ἣν ἡ φύσις αὐτοῖς περιέβαλλεν κρείττονα τέχνης.