Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](95b)

Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡ |δονῆς. τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα.

Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις.

Παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς || τῶν ὀνομάτων [*](Ed. Duebn. p. 109 e) θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπιθυμίαν καλῶ· ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι.