Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, ἢ οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, ἢ τοῖς σώμασιν οἱ ἐρασταί· ἀλλ᾿ οὐδεὶς θανατᾷ τούτων, ἐὰν μὴ τύχῃ χρυσοῦ.

Οὐδὲ γὰρ ὁ Πέρσης βασιλεὺςματιστῶν ἀκορεστότατος καὶ ἐπιμανέστατος, ὃς ἄρχων αὐτῆς γῆς, καὶ ἐν τοσαύταις ἡδοναῖς φυρόμενος, ὅσαι [*](4 ἵππον sq. vi or. 21. 8 d || 6 φυτὸν καλόν sq. vi. simil. or. 19. 4 f || 7 θηρευτῇ cf. Plut. amat. 21 καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον sq || 8 σκύλακα vi. or. 19. 3 a || 13. 14 ὁ Πέρσης βασιλεὺς sq. scil. Δαρεῖος cf. Herod. l 187 Stob.flor. 10. 53 lulian. ll 85 c ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην μισθω- τόν, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν ἀναπειθόμενον . . .) [*](1 τί γὰρ δεῖ — 2 ἀνεχόμενον n) [*](6 in mge ἐν γειτόνων (schol. vet. a) R!) [*](6 καὶ ἐν RMN κἂν ἐν certt. (δ Δ) | γειτόνω MNα quod corr. Leopardus (Emend. XVIII 28) γείτονος Steph. | εἰ δὴ Hob. ἤδη RMN ἴδῃ certt. (δ Δ) || 7 ἐξαρκεῖ δὲ καὶ α(δ) || 8 ὡραῖον H(Δ) ὡρμαῖον R (sine acc.) MN (i. e. ὡραῖον suprascr. signo quodam litterae μ simili ut or. 1.9c ὠνάμεθα) ὅρμαιον α(δ) quod corr Leopardus || 9 ἐρῶσιν M ἐρῶσι R cum certt. || 12 ἢ (in ras) R! 12. 13 τούτων (υτ in ras.) R! ||13. 14 βασιλεὺς del. Dav. 16 αὐτῆς] τοσαύτης Η(Δ))

254
πληροῦσιν βασιλέως ἀκολάστου ὀρέξεις, ἐπεβούλευσεν νεκροῦ τάφῳ. Φήμη δὲ αὐτὸν ἐ| πεσπάσατο χρυσοῦ [*](94a) κατορωρυγμένου σύν τῷ νεκρῷ, καὶ ἐτυμβωρύχει ὁ μέγας βασιλεὺς τὴν τιάραν ἔχων, καὶ τὸν μὲν χρυσὸν οὐχ εὗρεν, ἐπίγραμμα δὲ ἔνδοθεν ἐπὶ τῷ τάφῳ, ὃ νεκρὸς λέγει· ‘ὦ πάντων ἀνθρώπων ἀπληστότατε· ὃς ἔτλης ἐν νεκροῦ νεκροῦ θίγειν δι᾿ ἔρωτα χρυσοῦ’.

Τοῦτο εἴποι ἂν καὶ Ἕλλην λόγος πρὸς Ἕλληνα ἄνδρα ἐπὶ ὕβριν σαρκῶν ὑπὸ ἀκορέστου ἐπιθυμίας ὁρμηθέντα, ὅταν αὐτὸν ἐπισπάσηται φήμη κάλλους κατορωρυγμένου ἐν σώματι.

Ὦ πάντων ἀνθρώπων ἀνοητότατε, νεκρὸν ἀνορύττεις· οὐ γὰρ ἂν ἔτλης θίγειν σαρκὸς ἄρρενος, κἀθικτοῦ χρήματος σαρκὶ ἄρρενι· ἄδικος ἡ μῖξις· ἄγονος ἡ συνουσία· ἐπὶ πετρῶν σπείρεις, ψάμμους ἀροῖς. Μετένεγκε τὰς εὐφροσύνας ἐπὶ τὴν φύσιν, τρέψον ἐπὶ τὴν γεωργίαν τοὺς ὀφθαλμούς, ἐγκάρποις ἥσθητι ἡδοναῖς, (Ψ 303) ὥς κε μὴ ἄσπερμος γενεὴ μετόπισθεν ὄληται.

[*](6 ὦ πάντων sq. Herod. I 187 εἰ μὴ ἄπληστός τε ἔας χρημά- των καὶ αἰσχροκερδής, οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγες || 10. 11 κατορωρυγμένου sq. vi. supra § b || 14 ἄγονος ἡ συνουσία· ἐπὶ πετρῶν σπείρεις cf. Plat. legg. 838 Lucian. am. 20 κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν id quod illustratur similitudine cicadum cf. Plut am. 21 οἱ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἢ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν in malam partem versum e Plat symp. 191 c)[*](6 in mge σημείωσαι (schol recent.) R!)[*](4 βασιλεὺς 〈ὁ〉 τὴν Markl. (Duebn.) improb. Schenkl || 5 ἐπι- γράμματι Reiske | ὃ] ὁ Ϛ(δ Δ) || 7 ἐν νεκροῦ 〈νεκροῦ〉 Hob. ἐκ νε- κροῦ νεκροῦ (del. ἐν) φα(δ Δ) | θιγεῖν Duebn. || 9 ὑπ᾿ Να (δ Δ°) |ἀκορέστου] ἀκολάστου Markl. || 10 αὐτὴν α(δ Δ°) || 13 κἀ- θικτοῦ RMN (= καὶ ἀθίκτου ut recte monuit Schenkl) ἀθίκτου φα(δ Δ) | 14 μίξις α(δΔ°) ||17 ἡσθήτι : || 18 ὥς κε(ν MN)] ὄφρα Homerus | μετόπισθεν] ἄφαντος Homerus)
255

Ἔτι περὶ ἔρωτος δ᾿

Οὐκ ἔστ᾿ ἔτυμος λόγος, λέγει που τῶν αὐτοῦ ἀσμάτων ὁ Ἱμεραῖος ποιητής, ἐξομνύμενος τὴν ἔμπροσθεν ᾠδήν, ἐν ᾗ περὶ τῆς Ἑλένης εἰπεῖν φησὶν οὐκ ἀληθεῖς λόγους· ἀναμάχεται οὖν ἐπαίνῳ τὸν ἔμπροσθεν ψόγον.

Δοκῶ δή μοι, κατὰ τὸν ποιητὴν ἐκεῖνον, δεήσεσθαι καὶ αὐτὸς παλινῳδίας ἐν τοῖς περὶ τοῦ ἔρωτος λόγοις· θεὸς γὰρ καὶ οὗτος, καὶ οὐχ ἧττον τῆς Ἑλένης ἐπιτιθέναι δίκην τοῖς πλημμελοῦσιν εἰς αὐτὸν ἐρρωμενέστατος.

Τί δὴ οὖν ἐστιν [*](94 b)τὸ πλημμέ |λημα, ὅπερ καὶ ἀναμαχέσασθαι λίαν φημὶ ἡμᾶς δεῖν; ὂν καὶ μέγα καὶ δεόμενον γενναίου ποιητοῦ καὶ τελέστου, εἰ μέλλοι τὶς ἱκανῶς ἐξευμενιεῖσθαι ἀδέκαστον δαίμονα, οὐ τρίποδας ἑπτὰ δούς, οὐδὲ χρυσοῦ τάλαντα δέκα, οὐδὲ γυναῖκας Λεσβιάδας, οὐδὲ [*](4 οὐκ ἔστ᾿ ἔτυμος λόγος palinodia Stesichori e Plat. Phaedr. 242d cf. epist. lII 319e vi. etiam or. 5. 1d || 16 οὐ τρίποδας ἑπτὰ δοὺς sq. scil. dona Croesi regis vi. or. 5 2 a cf Lucian. Char. (503) Athenaeus VI 231f) [*](Codices RMNα (Stephanus) φ (= Paccius); H (teste Davisio)) [*](5 in mge τὸν Στησίχορον φησίν (schol. vet. b) R! τὸν σι- μωνίδην φησιν (rubr colore) M) [*](1 ΚΑ΄ R! || 3 ἔτι περὶ ἔρωτος δ᾿ τοῦ αὐτοῦ περὶ ἔρωτος τέταρτος MV ἔτι περὶ ἔρωτος λόγος ιαʹ φα || 5 αὑτοῦ α(δ Δ) || 11 καὶ (ante οὐχ om. ΜΝφα(δ) |τῆς Ἑλένης om. ΜΝα(δ) 12 ἐς α(δ) |δὴ] δὲ φα(δ) || 13 λίαν] δεῖν Dav. Markl (Duebn.) λίαν 〈δεῖν〉 Schenkl || 14 δεῖν; ὂν Hob. δεινὸν codd (δΔ) 15 τελεστοῦ α(δ Δ) || 16 ἐπιτάδους (sine acc.) ΜΝ om σ²)

256
ἵππους Τρωῖκούς, ἀλλὰ λόγον λόγῳ, πονηρῷ 5 χρηστόν, καὶ ψευδῆ ἀληθεῖ ἐξαλείψας.

Τοιαύτην φασὶ καὶ τὸν Ἀνακρέοντα ἐκεῖνον τὸν

Τήῖον ποιητὴν δοῦναι δίκην τῷ ἔρωτι. Ἐν τῇ τῶν [*](Ed. Duebn. p.108)Ἰώνων ἀγορᾷ, ἐν Πανιωνίῳ, ἐκόμιζεν τιτθὴ βρέφος· ὁ δὲ Ἀνακρέων βαδίζων, μεθύων, ἰάχων, ἐστεφανωμένος, σφαλλόμενος, ὠθεῖ τὴν τιτθὴν σὺν τῷ βρέφει, καί τι καὶ εἰς τὸ παιδίον ἀπέρριψεν βλάσφημον ἔπος·

ἡ δὲ γυνὴ ἄλλο μὲν οὐδὲν ἔχαλέπηνεν τῷ 5 Ἀνακρέοντι, ἐπεύξατο δὲ τὸν αὐτὸν τοῦτον ὑβριστὴν ἄνθρωπον τοσαῦτα καὶ ἔτι πλείω ἐπαινέσαι ποτὲ τὸ παιδίον, ὅσα νῦν ἐπηράσατο.

Τελεῖ ταῦτα ὁ θεός· τὸ γὰρ παιδίον ἐκεῖνο δὴ αὐξηθὲν γίγνεται Κλεόβουλος ὁ ὡραιότατος, καὶ ἀντὶ μικρᾶς ἀρᾶς ἔδωκεν ὁ Ἀνακρέων Κλεοβούλῳ δίκην δι᾿ ἐπαίνων πολλῶν.

Τί κωλύει, εἰ δεῖ καὶ ἡμᾶς ἀναμαχέσασθαι τήμερον, κατὰ τὸν Ἀνακρέοντα ἐκεῖνον δοῦναι δίκην τῷ ἔρωτι αὐτοὺς ἑκόντας γλώττης ἀδίκου; τὸ φάναι, ὅτι ὁ ἔρως ἐπὶ μοιχείαν ἀνάπτει, ὥσπερ τὸν Ἀλέξανδρον, ἢ ἐπὶ [*](1 λόγον λόγῳ vi. or. 11. 1 a; 16 1 b al. || 19 Ἀλέξανδρον vi. or 20. 7 a) [*](3 in mge περὶ ἀνακρέοντος καὶ τῆς κατευξαμένης αὐτοῦ γυναι- κός (schol vet. u) R! || 5 in mge ἴωνες πάνιον (sic) 13 Κλεόβουλος (schol. recent.) R!) [*](1 πονηρὸν χρηστῷ α(δ Δ) || 2 ἐξαλείψας (ει in ras.) R! ||5 Πα- νιωνίῳ Scaliger Leopardus (Emendat. XVIII 28) Sopingius (ad Hesych s. v.) Heins. (Δ) Πανίῳ codd. (δ) || 6 ἰάχων (vel ἰάκχων) Hob. ἄκων codd (δ Δ°) ᾄδων Markl. Dav. (Duebn.) αὔθων (= ὑβριστὴς) Schenkl || 6. 7 ἐστεφανωμένος del. Reiske ante ἄκων posuit Heins. || 12 ἐπῃράσατο R || 14 μικρᾶς] μιᾶς Markl 16 〈εἰ〉 δεῖ Hob. δὴ R (suprascr. man antiqua) H(Δ) om. certt (δ) | ἀναμαχέσασθαι RH(Δ) om. certt (δ) || 17 κατά 〈τε〉 Schenkl 〈καὶ〉 κατὰ Reiske (Δ) || 18 τὸ 〈γὰρ〉 φάναι α(δΔ) 19 μοιχείαν (ειαν in ras.) R! |ἀνά|νάπτει (per dittographiam) R! )

257
παρανομίαν, ὡς τὸν Ξέρξην, ἢ ἐπὶ ὕβριν, ὡς Κριτόβουλον, καὶ ἀνατιθέναι θεῷ πρᾶγμα ἄθεον, πῶς οὐ πλημμελές; οὑτωσὶ δὲ αὐτὸ θεασώμεθα.

Ὁ ἔρως ἄλλού του ἔρως, ἢ κάλλους ἐστίν; οὐδαμῶς.

Σχολῇ γὰρ ἂν εἴη ἔρως, εἰ μὴ κάλλους εἴη. Ὁπόταν λέγωμεν ἐρᾶν χρημάτων Δαρεῖον, ἢ Ξέρξην τῆς Ἑλλήνων γῆς, ἢ [*](95a)Κλέαρχον πολέμου, ἢ Ἀγησίλαον τιμῆς, |ἢ Κριτίαν τυραννίδος, ἢ Ἀλκιβιάδην Σικελίας, καὶ Γύλιππον χρυσίου, ἆρα κάλλος τὶ ὁρῶντες ἐμφαινόμενον, τὴν πρὸς αὐτὸ ἐπαγωγὴν ἔρωτα ἐπονομάζοντες, ἕκαστον τούτων ἐρᾶν φαμέν, τὸν μὲν τοῦδε, τὸν δὲ τοῦδε, ἄλλον ἄλλου; πολλοῦ γε καὶ δεῖ.