Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κρητικῷ μειρακίῳ αἰσχρὸν ἐραστὸν εἶναι, Κρητικῷ νεανίσκῳ αἰσχρὸν προσάψασθαι παιδικῶν. Ὢ νόμου κεκραμένου καλῶς σωφροσύνῃ καὶ ἔρωτι.

Τὰ δὲ Ἠλείων οὐ λέγω, τὰ δὲ Λακεδαιμονίων λέγω· ἐρᾷ Σπταρτιάτης ἀνὴρ μειρα |κίου Λακωνικοῦ, ἀλλ᾿ ἐρᾷ μόνον [*](93 b) ὡς ἀγάλματος καλοῦ· καὶ ἑνὸς πολλοί, καὶ εἷς πολλῶν.

μὲν γὰρ ἐξ ὕβρεως ἡδονὴ ἀκοινώνητος πρὸς ἀλλήλους· ὁ δὲ ἐξ ὀφθαλμῶν ἔρως κοινωνικὸς μόνον, καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἐρωτικάς. Τὶ γὰρ ἂν εἴη ὡραιότερον τοῦ ἡλίου, καὶ ἐρασταῖς πολυδερκέστερον; ἀλλ᾿ ὅμως ἐρῶσιν ἡλίου οἱ πάντων ὀφθαλμοί.