Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορωρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξαπατᾶται ὑπ᾿ αὐτῆς· πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ κολακείας ἀνάπλεων·||

[*](1 ὥσπερ γὰρ sq. = or. 31. 4 a sq vi. etiam or. 10. 5 f sq 12 ὡς . . τεχνίτῃ ὄργανον quod de deo dictum est or 13. 4 a et c; 41. 4 d et g || 15 ἔρωτος καὶ λόγου sq. vi. or. 11. 10c ἐπιτρέψας sq. || 17.18 κατορωρύχθαι ut animam in corpore vi or. 7. 5 e etian or. 29. 2 a et infra § l f || 19 πιθανὸν κακὸν ἡδονή scil. δέλεαρ κακῶν cf Plat. Tim. 69 c republ. VII 522 Apul. dogm. Plat II 11)[*](1 ὥσπερ — 9 ἔδωκεν v (: ὡς (ὡς cod.) δὲ) | ἄλλο — 5 φω- λεοί p || 17 ὁ δὲ οἰόμενος — 20 ἀνάπλεων n)[*](2 αὐτοῦ ν αὐτὸν MN || 3 δρόμος· θήρα v || 5 ἰλυσπωμένῳ vα(δ Δ) |ὡς δὲ α(θ) ὧδε Duebn. || 7 θεῖν] ἐλθεῖν v || 8 ἀσθε- νεῖς] ἀμβλεῖς Markl. Meiser || 9 δὲ (post λόγον) om. v || 16 ὁρμω- μένων et λαμπρυνομένων transponit Meiser |ἐπ᾿ αὐτὸ α(δ Δ) del. Markl. |πολλῷ 〈ἐπ᾿ αὐτὸ〉 Markl.)
250
[*]( Ed. Deubn. p. 106)

Τοῦτο καὶ μειράκιον Τρωϊκὸν βουκολοῦν τέως καὶ περὶ τὴν Ἴδην πλανώμενον, οὐκ ἀνασχόμενον τὰς οἴκοι ἡδονάς, ἐπὶ θάλατταν ἐκ τῶν ὁρῶν καταβιβασάμενον, εἰς ναῦν ἐνθέμενον, ἐπὶ Πελοποννήσου ἐπεραίωσεν, λῃστὴν ἐραστήν.

Οὐ γὰρ ἦν περὶ τὴν Ἀσίαν σῶμα ἄλλο καλόν, οὐ Τρωῖκόν, οὐ Δαρδανικόν, οὐχ Ἑλλησπόντιον, οὐ Λύδιον, ὁμόφωνον τῷ ἐραστῇ, ἐν τοῖς αὐτοῖς ἤθεσίν τε καὶ νομίμοις τεθραμμένον· ἀλλ᾿ ἐπὶ τὴν Σπτάρτην καὶ τὸν Εὐρώταν ἔρχεται κωμαστὴς διαπόντιος, ἐξ ὀνείρων ἐραστής, καὶ ἀδικεῖ τὸν ὑποδεξάμενον, καὶ ἀνθίστησιν, καὶ διαλύει γάμον Ἑλληνικόν. λίχνου ἔρωτος, |καὶ ἀδίκων ἐνυπνίων, καὶ [*](93a) ὀφθαλμῶν πονηρῶν, καὶ ἡδονῆς ἡγεμόνος πολλῶν κακῶν.