Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡ δὲ τῶν ἀνθρώπων ἀγελαιοτρόφος ἐπιστάτις, βασιλικὴ καὶ ποιμενικὴ τέχνη, οὐδεμίαν ἐξεύροι ἂν ἄλλην ὕβρεως ἀγωγὸν μηχανήν, πρὶν ἄν τις ἑκὼν εἴξας τῷ λόγῳ καὶ τὴν ψυχὴν παραδῶ ποιμαίνειν αἰδοῖ καὶ σωφροσύνῃ.

[*](7 μόνῳ τῷ τίκτοντι sq. cf Plut am. 4 ἀλλὰ ταῦτα ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται sq. Muson. ap. Stob flor. 6 61 Lucian. am. 19 ||19. 20 βασιλικὴ καὶ ποιμενικὴ τέχνη vi or. 23. 1 a)[*](1 αἰφνιδίως α(δ) ἀφειδῶς Markl || 2 συντεταμένος Markl. (Δ) || 3 ἀναμιγνύειν δ Δ (tacite) || 4 ξυμφυὴν Reiske ξυμφυΐαν Merkl. || 5 φήμη 〈ὑπὸ τῆς φαντασίας〉 οἰστρούμενον Reiske || 5. 6 δὲ τῆς] δεινῆς Markl. || 14 βουφόρβου Δ || 16 δὲ ὕβρεως α(δ) corr Steph. || 17 μέτασσαι α(δ Δ) Homerus || 21 ἑκὼν] εἴκων Heins. εἴξας Hob. cum R (ηξω) ἡ M εἴξῃ H(Δ) om. certt. (δ))
249
[*](92b)

Ὥσπερ γὰρ ἄλλο ἄλλῳ |ζῴῳ ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ᾿ οὗ σώζεται, λέουσιν ἀλκή, ἐλάφοις δρόμοι, θῆραι κυσίν, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, τῷ δὲ εἰλυσπωμένῳ οἱ φωλεοί, ὡς δὲ καὶ τοῖς ἀνθρώποις,

τὰ ἄλλα ἐλαττουμένοις τῶν ἀπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτασθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν ἀμήχανοι),

λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον.