Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πολλοῦ γε ἄξιον τὸ ἐρᾶν, τοιοῦτον ὄν.

Ἐγὼ μὲν οἶμαι καὶ εὔξασθαί τινα νοῦν ἔχοντα, μηδαμοῦ ἀπαλλαγῆναι αὐτοῦ, εἰ μέλλοι ὁμοῦ ἐρῶν ἐλεύθερός τ᾿ εἶναι καὶ ἀδεὴς καὶ ἄπταιστος.

Δέδια δὲ μὴ οὐ τοιοῦτον ᾖ πᾶσιν ἑξῆς, ἀλλά τις ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ ὑποδῦσα ἔργον καλόν, τῇ πρὸς αὐτὸ εἰκασίᾳ καλλωπιζομένη τυγχάνει μὲν τῆς φαντασίας ὁμοίας, τοῦ δὲ τέλους ἀστοχεῖ.